1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

4

τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύμοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλαστον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διάφορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ' οὐ παρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν ποτε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ 24.540 ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ τοῦτ' ἔπραττον, αὐτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ' αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματθαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρόνῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπάθειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορβόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατετέμνετο· οἱ δ' ἐν πυρὸς καμίνῳ συνεκλείοντο. ∆ιὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ' αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνήσας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογράψοιεν αὐτοῖς ἐλπίδας· Ὅταν γὰρ, φησὶ, συκοφαντήσωσιν ὑμᾶς, χάρητε· ἐπειδὴ καὶ οἱ προφῆται τὸ αὐτὸ ὑπέστησαν. Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν παραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμενος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλοφύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάντες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτομῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη, ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιότερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι διέλαμψε. Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ' ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν 24.541 χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτερον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προφητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. ∆ιὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλημα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς