1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

4

κράσεως ἔχοντες. ∆ιὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι, καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ τῷ ἐλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρότερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τούτων τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ' ὅτε δὲ καὶ φοῖνιξ. Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυῤῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ ἢν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἕτι φύλεος, κέδρος, πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημονεύωμεν τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν. Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέπεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι τοὺς κλάδους οἰονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος ὀψὲ μὲν βλαστάνει, οὐκ ὑστερεῖ δὲ τῶν ἅλλων εἰς καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη, καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς τὸν καρπὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἅπτωτον διαμένειν παρασκευάζουσι. Τὸ γὰρ ἕνδον τοῦ ὀλύνθου ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου προσίζον σύκου τὴν ἔξωθεν αὖραν περιπνέουσαν ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας, ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ σκέπεται. ∆ιὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας ὁ βότρυς, καὶ τὴν ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ 717 σοφίᾳ ὁ Θεὸς διεκόσμησεν. Ἓν γὰρ ὕδωρ, διὰ τῆς ῥίζης φερόμενον ἢ ἑλκόμενον, ἄλλως μὲν τρέφει τὸ στέλεχος, ἄλλως τὴν ἐντεριώνην, ἄλλως τὸν φλοιὸν, ἄλλως τὸ ξύλον, ἄλλως τὴν ῥίζαν αὐτήν· καὶ ἐκ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ ἔλαιον, καὶ ἐν ἄλλῳ ἄλλο. Καὶ ἐν αὐτοῖς τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς πιότητος· ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο ἐν μηλέᾳ, καὶ ἐν συκῇ καὶ τῷ φοίνικι ἕτερον. Καὶ αὐτὰ δὲ τῶν δένδρων διάφορά ἐστι τὰ δάκρυα· ἄλλο γὰρ τῆς σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ τῆς βαλσάμου ὀπὸς, ὅπερ πάντων τῶν μύρων ὑπάρχει κάλλιστον, καὶ πλεονάζει ἐπὶ τῆς Ἱεριχὼ γενόμενον. Τεμνόντων δὲ αὐτὸ ἐκ τῶν θάμνων λίθῳ ὀξεῖ τῶν ἐπιχωρίων, ὀπὸς ἀναποδοίη. Ἱστοροῦσι δέ τινες καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν, εἰς φύσιν λίθου μεταπηγνύμενον. 4. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Θεὸς τοὺς μεγάλους δύο φωστῆρας ἐδημιούργησεν, ἤλιόν τε καὶ σελήνην ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Τοῦτο τὸ ἡλιακὸν φῶς, ὄχημα ἐκείνῳ τῷ φωτὶ τῷ πρωτογόνῳ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ὁ λύχνος ἄλλο· τὸ μὲν γὰρ τὴν τοῦ φωτίζειν δύναμιν ἔχει, τὸ δὲ τὴν τοῦ παραφαίνειν τοῖς