5
αἴτημά σου, ἀλλὰ μακροθύμως κροῦε τὴν θύραν αὐτοῦ, αἰτῶν τὸ αἴτημά σου. Πᾶς γὰρ ὁ αἰ τῶν λαμβάνει, φησὶ, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνος γὰρ ἄλλου θέλεις τυχεῖν εἰ μὴ μόνης τῆς κατὰ Θεὸν σωτηρίας; Θέλεις μαθεῖν, ἀγαπητὲ, πῶς ἐμακροθύμουν οἱ ἅγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετ έθηκεν αὐτὸν εἰς τὴν Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σέ· καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρῆλθε πολὺς ἐτῶν ἀριθμὸς, καὶ ἐνεκρώθη μὲν αὐτοῦ ἡ φύ σις, ἐν προθύροις δὲ ἡ τελευτὴ, καὶ οὐκ εἶπεν, ὅτι, Κύριε, ἀεί μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με ἔσεσθαι πάντων τῶν ἐθνῶν προλέγεις. Νεκρά 31.1336 μου διὰ γῆρας τῆς φύσεως τὰ κινήματα, καὶ Σάῤῥα, ἡ γυνή μου, οὐκέτι ὑπομένει τι γυναικεῖον διὰ τὸ γῆρας· ὥστε ψευδὴς ἡ ἐπαγγελία. ∆ύο γὰρ γέροντες ποίαν ἐλπίδα ἔχομεν; Οὐκ εἶπε ταῦτα, οὐκ ἐνενόη σεν, ἀλλ' ἔμενεν ἀσάλευτος τῇ πίστει· καὶ τῇ μὲν ἡλικίᾳ ἐγήρασκεν, ἡ δὲ ἐλπὶς ἐνέαζε. Καὶ τὸ μὲν σῶμα εἰς ἀτονίαν ἤρχετο, καὶ ἀπόγνωσιν ἐνεποίει, ἡ δὲ πίστις ἐνεύρου καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Θεὸς, φησὶν, ἐστὶν ὁ ἐπαγγειλάμενος, ὁ ∆εσπότης τῆς φύσεως, καὶ ἄλλως γενέσθαι οὐ δύναται. Αὐτός ἐστιν ὁ καὶ τὰ ἀδύνατα δυνατὰ ποιῶν· δίοτι ποιεῖ πάντα, καὶ μετασκευάζει ὡς βούλεται. Μιμοῦ τὴν πίστιν τοῦ Ἀβραάμ. Ὅτε οὖν ἠσθένησεν ἡ φύσις, καὶ ἐνεκρώθη τὰ κινήματα, τότε ἔζησεν ἡ ἐπαγγε λία τοῦ Θεοῦ. ∆έχου τὰ ὑποδείγματα. Ἡμεῖς δὲ ἐνιαυτὸν προσευχόμεθα, καὶ ἀναχωροῦμεν· δύο ἔτη νηστεύομεν, καὶ παυόμεθα. Μὴ οὖν ἀτονήσωμεν πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Καὶ γὰρ ὁ ἐκείνῳ ἐπαγγειλάμενος πληθύνειν τὸ σπέρμα αὐτοῦ, καὶ ἡμῖν ἐπηγγείλατο αἰτοῦσι παρέχειν τὸ αἴτημα ἡμῶν. Φησὶ γάρ· ∆εῦτε πάντες πρὸς μὲ, οἱ κοπιῶν τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μακρὰν γάρ σου ὄντος ἀπ' αὐτοῦ, κοπιῶντά τε καὶ πεφορτισμένον τὸ βαρύτατον φορτίον τῆς ἁμαρ τίας, ἐλεήσας σε προσεκαλέσατο, ὥστε κουφίσαι σε τοῦ φορτίου, καὶ ἀνάπαυσιν τοῦ λοιποῦ χαρίσασθαι· καὶ σὺ οὐ πιστεύεις αὐτῷ; Ἀλλὰ γὰρ, κἂν σιωπᾷν θέλωμεν, ἐλεγχόμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν. Οὐ γὰρ ἀπιστοῦμεν αὐτῷ ὡς μὴ δυναμένῳ ἀναπαῦσαι ἡμᾶς, ἀλλὰ περιστελλόμεθα ἆραι τὸν ζυγὸν αὐτοῦ ἐφ' ἑαυτῶν, τὸν χρηστὸν καὶ ἐλαφρὸν, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν· αἱρούμεθα δὲ μᾶλλον τὸ τῶν ἁμαρτιῶν φορτίον βαστάζειν, καὶ διὰ τῶν ἐν ἡδονῇ παθημάτων τὴν εὐρύχωρον ὁδὸν βαδίζειν, καὶ διὰ τῆς πλατείας πύ λης εἰσέρχεσθαι εἰς τὴν ἀπώλειαν. Ἀλλὰ πολλάκις, φησὶν, ᾔτησα, καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κα κῶς ᾔτησας, ἢ ἀπίστως, ἢ μετεώρως, ἢ τὰ μὴ συμ φέροντά σοι Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτη σας, ἀλλ' οὐ παρέμεινας. Γέγραπται γὰρ, ὅτι Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οἶδεν ὁ Θεὸς τῶν προσευχομένων τὴν καρδίαν. Τί οὖν, φησὶ, τῆς ἡμῶν χρείαν ἔχει αἰτήσεως ὁ Θεός; Οὐκ οἶδεν ὧν χρείαν ἔχομεν; Τίς οὖν χρεία αἰτήσεως; Οἶδε μὲν ὁ Θεὸς ὧν χρῄζομεν, καὶ πάντα τὰ σωματικὰ πλουσίως ἡμῖν παρέχει εἰς ἀπόλαυσιν, καὶ ἀγαθὸς ὑπάρχων, βρέχει ἐπὶ δικαίους καὶ ἀδί κους, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς 31.1337 καὶ ἀγαθοὺς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμά του καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. ∆εῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀλη θείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου συνειδότος, ὡς ἢ ἀμελῶς ἢ ῥᾳθύμως αἰτοῦντος, καὶ τότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γάρ σου οἶδε τὰ συμφέροντά σοι. Καὶ ἴσως διὰ τοῦτο ἀναβάλ λεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφι ζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυ λάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ ὃ μετὰ πολλοῦ καμάτου τις κτᾶται, σπουδάζει τοῦτο