1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

5

ἢ κίνδυνος; ἢ μάχαιρα; Καθὼς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ ∆ʹ. Ὅτι τιμᾷ καὶ δοξάζει τὸν Θεὸν ὁ τὸ θέλημα αὐτοῦ ἐργαζόμενος·

ἀτιμάζει δὲ, ὁ παραβαίνων αὐτοῦ τὸν νόμον. Κεφάλ. αʹ. ΙΩΑΝΝΗΣ. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ

δέδωκάς μοι ἵνα ποιήσω. ΜΑΤΘΑΙΟΣ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμ προσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα ἦτε εἰλικρι νεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πε πληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. ΠΡΟΣ ΡΩΜ. Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. ΟΡΟΣ Εʹ. Ὅτι δεῖ, παντὸς μίσους πρὸς πάντας καθαρεύοντα, καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν· ὑπὲρ δὲ τῶν φίλων τὴν ψυχὴν τιθέναι, ὅταν χρεία καλῇ, τοιαύτην ἔχοντα ἀγάπην, οἵαν ἔσχε πρὸς ἡμᾶς ὁ Θεὸς, καὶ ὁ Χρι στὸς αὐτοῦ. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρ χαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισή σεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· Καὶ μετ' ὀλίγα· Ἔσε σθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐ δεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. ΛΟΥΚΑΣ. Καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχα ρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. ΠΡΟΣ ΡΩΜ. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χρι στὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. ΠΡΟΣ ΕΦΕΣ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγά 31.709 πησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ. Ὅτι ἀπόδειξις τῶν τοῦ Χριστοῦ μαθητῶν ἡ ἐν αὐτῷ πρὸς ἀλλήλους ἀγάπη. Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλή λοις. Ὅτι ἔλεγχος τοῦ μὴ ἔχειν τὴν Χριστοῦ ἀγάπην πρὸς τὸν πλησίον τὸ ποιῆσαί τι τῶν βλαπτόντων ἢ λυ πούντων αὐτὸν εἰς ἐκκοπὴν τῆς πίστεως, κἂν συγ κεχωρημένον ὑπὸ τῆς Γραφῆς τῷ ἰδίῳ λόγῳ τὸ γινόμενον ᾖ. Κεφάλ. γʹ. ΠΡΟΣ ΡΩΜ. Εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν. Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὸν λυπούμενον κατ' αὐτοῦ παντὶ τρόπῳ τό γε ἐπ' αὐτῷ θεραπεύειν. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶ ρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ΠΡΟΣ ΚΟΡ. αʹ. Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχό μεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ὅτι τὴν κατὰ Χριστὸν ἀγάπην ὁ ἔχων ἔστιν ὅτε καὶ λυπεῖ πρὸς τὸ συμφέρον τὸν ἀγαπώμε νον. Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλή ρωκεν ὑμῶν τὴν καρδίαν. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὥστε με μᾶλλον χα ρῆναι, ὅτι, εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς