1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

5

δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράττον τῇ ἐπαγγελίᾳ; ∆ιὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν. ∆ιὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμονας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπὸν αὐτῷ ἐγκαλεῖν, ὃ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι καλοῦσι. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ. Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς 24.544 ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ. ∆ιὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρίσματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις. Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ' οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνάμεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμάτων θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔποτ' ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροωμένοις. ∆ιὸ ταῖς δι' ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψιλοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πατριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ' ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; ∆ιὸ πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σωτὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προφήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγελίας· ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παραδιδοὺς αὐτοῖς, ὡς ἂν δι' αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλκοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος, πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον. Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν. Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ' αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλλαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς τῶν ὑπαρχόντων