1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

5

χρῄζουσιν· καὶ ὡς ἕτερόν τι ἡ λευκότης, ἕτερον δὲ τὸ λελευκασμένον σῶμα, οὕτω καὶ ταῦτα διάφορα ὄντα τῇ φύσει ἥνωνται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μηδεὶς νομίσῃ ταυτὸν ἡμέραν εἶναι καὶ ἥλιον. Πρῶτον μὲν γὰρ ὁ δημιουργὸς ἁπλοῦν φῶς κατεσκεύασεν, ὃ δὴ καὶ ἡμέραν ἐκάλεσεν, ἔπειτα τὸν ἥλιον ἐκ τοῦ πυρὸς καὶ φωτὸς συγκείμενον. Ὡς γὰρ τὴν γῆν ὁρῶμεν πῦρ ἐν τοῖς στέρνοις αὐτοῖς δεδημιουργημένον ἔχουσαν, οὕτω καὶ τὸν ἥλιον φῶς ἔχοντα· φῶς γὰρ συνελθὸν μετὰ πυρὸς τὸν φανότατον ἐποίησεν ἥλιον. Ἀλλ' ἴσως ἀντερεῖ τις· Καὶ πόθεν τοῦτο δῆλον, οὐ βλεπομένης τῆς διαιρέσεως; οὐχ ὁρᾶται γὰρ ἰδίως μὲν τὸ φῶς, ἰδίως δὲ τὸ πῦρ. Ἀλλὰ γινωσκέτω ὁ τοιοῦτος, πόσα τὸ πῦρ ἐν ἑαυτῷ προβάλλεται, αὐγὴν, θερμότητα, ξανθότητα, ἅτινα πανσόφως ὁ τεχνίτης διαμερίζων, ὑπεμφαίνει τούτων τὴν σύνθεσιν. Ὅτε γὰρ θέλει θερμᾶναι τὸ ζῶον, λαμβάνει τοῦ πυρὸς τὸ θερμὸν, καὶ τὸ μὲν θερμὸν ἔχει τούτου, τὸ δὲ φῶς οὐκ ἔχει. Ἀλλ' ἐμερίσθη ἐν τῷ ζώῳ ἡ θέρμη ἀπὸ τοῦ φέγγους, πάλιν λαμβάνει τὸ ξανθόν. Καὶ ὁρῶμέν τοι τὸ ξανθὸν, οὐκέτι δὲ τὸ θερμὸν καὶ φαῖνον. Καὶ πάλιν ἀπομερίζει τὴν θέρμην, καὶ δίδωσι μόνην τὴν αὐγὴν, οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἀστραπῆς, ὅτι ἐκλάμπουσα μόνον φωτίζει, οὐ μὴν δὲ καὶ θερμαίνει. Τὸ δ' αὐτὸ παράδειγμα καὶ ἐπὶ τῆς σελήνης καθέστηκε. Καὶ γὰρ αὕτη ὑπὸ τοῦ ἡλίου φωτιζομένη φανερωτέρα γίνεται, ὥσπερ ὑπὸ τῆς ἡμέρας ὁ ἥλιος. Τὸ γὰρ τῆς σελήνης εἶδος ἀνθρακοειδὲς τυγχάνει, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἐκλείψεως· ἀπάρας γὰρ ἀπ' αὐτῆς τὸ οἰκεῖον φέγγος ὁ ἥλιος ἀμαυρὰν αὐτὴν καθίστησι· φωτίζων δὲ αὐτὴν, πλησιφαῆ ἀπεργάζεται. Ἐνδυομένη γάρ πως τὸ ἡλιακὸν φῶς φαιδροτέρα καθίσταται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἥλιος, τῆς ἡμέρας τὸ φῶς ἐνδυόμενος, λαμπρότερος τυγχάνει, τῆς ἡμέρας ἐκείνης μήτε 720 οὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτιζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον ἐκ τοῦ πυροῦν, καὶ φλέγειν. Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός. Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συνίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμμένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συνεχῶς ἀποδύεται, αὔξουσα, καὶ μειουμένη. Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι. Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον ἐπαλλήλοις εἱλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς. Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρουσίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ, τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ, καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνάμενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται. Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπονομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτωμάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χειμῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνεται. Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγελίζεται.