5
μηδέποτε ἐκείνων μηδὲ εἰς νοῦν λαβεῖν ἴσχυσε. Πῶς γὰρ, οἱ κνωδάλων καὶ θηρίων χαμαὶ ἑρπόντων καὶ ἑτέρων ἀτιμοτέρων εἰκόνας θεοποιήσαντες; Ἀλλ' ὅμως καὶ ἐδέχθη καὶ ἐπιστεύθη τὰ ὑψηλὰ ταῦτα δόγματα, καὶ καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ ἐπιδίδωσι. Τὰ δὲ ἐκείνων οἴχεται καὶ ἀπόλωλεν, ἀραχνίων εὐκολώτερον ἀφανισθέντα. Καὶ μάλα εἰκότως· δαίμονες γὰρ ταῦτα διηγόρευον. ∆ιὸ μετὰ τῆς ἀσελγείας καὶ πολὺν ἔχει τὸν ζόφον, καὶ πλείω τὸν πόνον. Τί γὰρ ἂν γένοιτο καταγελαστότερον τῆς πολιτείας ἐκείνης, ἐν ᾗ μετὰ τῶν εἰρημένων μυρίους ἀναλώσας στίχους ὁ φιλόσοφος, ὥστε δυνηθῆναι δεῖξαι τί ποτέ ἐστι τὸ δίκαιον, μετὰ τῆς μακρηγορίας, καὶ ἀσαφείας πολλῆς τὰ εἰρημένα ἐνέπλησεν; Ὅπερ εἰ καί τι συμφέρον εἶχε, σφόδρα ἄχρηστον ἔμελλεν εἶναι τῷ τῶν ἀνθρώπων βίῳ. Εἰ γὰρ ὁ γεωργὸς, καὶ ὁ χαλκοτύπος, καὶ ὁ οἰκοδόμος, καὶ ὁ κυβερνήτης, καὶ ἕκαστος, ἀπὸ τῆς τῶν χειρῶν τρεφόμενος ἐργασίας, μέλλοι τῆς τέχνης μὲν ἀφίστασθαι καὶ τῶν δικαίων πόνων, ἀναλίσκειν δὲ ἔτη τόσα καὶ τόσα, ὥστε μαθεῖν τί ποτέ ἐστι τὸ δίκαιον· καὶ πρὶν ἢ μαθεῖν πολλάκις φθάσει λιμῷ διαφθαρεὶς, καὶ ἀπελεύσεται διὰ τὸ δίκαιον τοῦτο, μήτε τῶν ἄλλων τῶν χρησίμων μηδὲν μαθὼν, καὶ βιαίῳ θανάτῳ καταλύσας τὸν βίον. Ἀλλ' οὐ τὰ 57.20 ἡμέτερα τοιαῦτα· ἀλλὰ καὶ τὸ δίκαιον, καὶ τὸ πρέπον, καὶ τὸ συμφέρον, καὶ πᾶσαν ἁπλῶς τὴν ἀρετὴν ἐν βραχέσι καὶ σαφέσι συλλαβὼν ῥήμασιν, ἐδίδαξεν ἡμᾶς ὁ Χριστός· ποτὲ μὲν λέγων, ὅτι Ἐν δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τουτέστι, τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ τῇ τοῦ πλησίον· ποτὲ δὲ λέγων, Ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἅπερ καὶ γηπόνῳ, καὶ οἰκέτῃ, καὶ γυναικὶ χήρᾳ, καὶ παιδὶ αὐτῷ, καὶ τῷ σφόδρα ἀνοήτῳ δοκοῦντι εἶναι, πάντα εὐσύνοπτα καὶ ῥᾴδια καταμαθεῖν. Τοιαῦτα γὰρ τὰ τῆς ἀληθείας· καὶ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος. Πάντες γοῦν ἔμαθον τὰ πρακτέα· καὶ οὐκ ἔμαθον μόνον, ἀλλὰ καὶ ἐζήλωσαν· καὶ οὐκ ἐν ταῖς πόλεσι μόνον, οὐδὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἀλλὰ καὶ ἐν ταῖς κορυφαῖς τῶν ὀρῶν. Καὶ γὰρ ἐκεῖ πολλὴν ὄψει τὴν φιλοσοφίαν οὖσαν, καὶ χοροὺς ἀγγέλων ἐν ἀνθρωπίνῳ σώματι λάμποντας, καὶ τὴν τῶν οὐρανῶν πολιτείαν ἐνταῦθα φαινομένην. Καὶ γὰρ πολιτείαν ἔγραψαν ἡμῖν οἱ ἁλιεῖς, οὐκ ἀπὸ παίδων κελεύσαντες λαμβάνεσθαι, καθάπερ ἐκεῖνοι, οὐδὲ τόσων καὶ τόσων ἐτῶν νομοθετοῦντες εἶναι τὸν ἐνάρετον· ἀλλ' ἁπλῶς πάσῃ διαλεγόμενοι ἡλικίᾳ. Ἐκεῖνα μὲν γὰρ, παίδων παίγνια· ταῦτα δὲ, πραγμάτων ἀλήθεια. Καὶ τόπον δὲ ἀπέδωκαν τῇ πολιτείᾳ ταύτῃ τὸν οὐρανὸν, καὶ τεχνίτην αὐτῆς τὸν Θεὸν εἰσήγαγον, καὶ νομοθέτην τῶν ἐκεῖ κειμένων νόμων· ὥσπερ οὖν καὶ ἐχρῆν. Τὰ δὲ ἔπαθλα τῆς πολιτείας, οὐ φύλλα δάφνης, οὐδὲ κότινος, οὐδὲ ἡ ἐν πρυτανείῳ σίτησις, οὐδὲ εἰκόνες χαλκαῖ, τὰ ψυχρὰ ταῦτα καὶ εὐτελῆ· ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα, καὶ τὸ Θεοῦ γενέσθαι παῖδας, καὶ τὸ μετ' ἀγγέλων χορεύειν, καὶ τῷ θρόνῳ παρεστάναι τῷ βασιλικῷ, καὶ διηνεκῶς εἶναι μετὰ Χριστοῦ. ʹ. ∆ημαγωγοὶ δὲ τῆς πολιτείας εἰσὶ ταύτης τελῶναι, καὶ ἁλιεῖς, καὶ σκηνοποιοὶ, οὐκ ἐν χρόνῳ ζήσαντες ὀλίγῳ, ἀλλὰ διὰ παντὸς ζῶντες. ∆ιὰ τοῦτο καὶ μετὰ τελευτὴν τοὺς πολιτευομένους τὰ μέγιστα ὀνῆσαι δύναιντ' ἄν. Ταύτῃ τῇ πολιτείᾳ πόλεμος οὐ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς δαίμονας καὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας ἐστί. ∆ιὸ καὶ στρατηγὸς αὐτοῖς οὐκ ἀνθρώπων, οὐδὲ ἀγγέλων οὐδεὶς, ἀλλ' αὐτὸς ὁ Θεός. Καὶ τὰ ὅπλα δὲ τῶν στρατιωτῶν τούτων μιμεῖται τοῦ πολέμου τὴν φύσιν· οὐ γὰρ ἀπὸ δέρματος καὶ σιδήρου κατεσκευασμένα εἰσὶν, ἀλλ' ἐξ ἀληθείας καὶ δικαιοσύνης καὶ πίστεως καὶ φιλοσοφίας ἁπάσης. Ἐπεὶ οὖν περὶ τῆς πολιτείας ταύτης καὶ τὸ βιβλίον τοῦτο γέγραπται, καὶ ἡμῖν πρόκειται νῦν εἰπεῖν, προσέχωμεν ἀκριβῶς τῷ Ματθαίῳ περὶ ταύτης τρανῶς διαλεγομένῳ. Οὐ γὰρ αὐτοῦ, ἀλλὰ τοῦ τὴν πολιτείαν νομοθετήσαντος Χριστοῦ πάντα ἐστὶ τὰ λεγόμενα. Προσέχωμεν δὲ, ἵνα καὶ ἐγγραφῆναι δυνηθῶμεν εἰς αὐτὴν, καὶ λάμψαι μετὰ τῶν ἤδη πολιτευσαμένων, καὶ τοὺς ἀμαράντους ἐκείνους ἐκδεχομένων στεφάνους. Καίτοιγε