145
λοιπῶν μελῶν ἐνεργείας οἴχεται, τοῦ φωτὸς αὐτοῖς σβεσθέντος, οὕτω καὶ τῆς διανοίας διαφθαρείσης, μυρίων ἡ ζωή σου κακῶν ἐμπλησθήσεται)· καθάπερ οὖν ἐν σώματι τοῦτο σκοποῦμεν, ὥστε τὸν ὀφθαλμὸν ἔχειν ὑγιῆ, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸν νοῦν. Ἂν δὲ τοῦτον πηρώσωμεν, τὸν καὶ τοῖς ἄλλοις ὀφείλοντα παρέχειν τὸ φῶς, πόθεν διαβλέψωμεν λοιπόν; Ὥσπερ γὰρ ὁ τὴν πηγὴν ἀνελὼν, καὶ τὸν ποταμὸν ἐξήρανεν, οὕτως ὁ τὸν νοῦν ἀφανίσας, πᾶσαν αὐτοῦ τὴν ἐν τῇ ζωῇ ταύτῃ πρᾶξιν ἐθόλωσε. ∆ιό φησιν, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; Ὅταν γὰρ ὁ κυβερνήτης ὑποβρύχιος γένηται, καὶ ὁ λύχνος σβεσθῇ, καὶ ὁ ἡγεμὼν αἰχμάλωτος γένηται, ποία λοιπὸν ἔσται τοῖς ὑπηκόοις ἐλπίς; δʹ. ∆ιὰ δὴ τοῦτο ἀφεὶς εἰπεῖν νῦν τὰς ἐπιβουλὰς τὰς διὰ τὸν πλοῦτον, τὰς μάχας, τὰς δίκας· (ᾐνίξατο μὲν γὰρ αὐτὰς ἀνωτέρω εἰπών· Παραδώσει σε ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ·) τὰ πάντων χαλεπώτερα τούτων συμβαίνοντα πάντως θεὶς, οὕτως ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Τοῦ γὰρ τὸ δεσμωτήριον οἰκῆσαι πολλῷ χαλεπώτερον τὸ δεδουλῶσθαι τὸν νοῦν τῷ νοσήματι τούτῳ· καὶ τὸ μὲν οὐ πάντως συμβαίνει, τὸ δὲ ἐφεξῆς συγκεκλήρωται τῇ τῶν χρημάτων ἐπιθυμίᾳ. ∆ιόπερ αὐτὸ μετ' ἐκεῖνο τίθησιν, ἅτε χαλεπώτερον ὂν, καὶ πάντως συμβαῖνον. Ὁ γὰρ Θεὸς, φησὶν, ἔδωκεν ἡμῖν νοῦν, ἵνα τὴν ἄγνοιαν διασκεδάσωμεν, καὶ τὴν τῶν πραγμάτων κρίσιν ὀρθὴν ἔχωμεν, καὶ πρὸς τὰ λυποῦντα πάντα καὶ ἐπιβλαβῆ τούτῳ ὥσπερ ὅπλῳ τινὶ καὶ φωτὶ χρώμενοι, μένωμεν ἐν ἀσφαλείᾳ. Ἡμεῖς δὲ προδίδομεν τὴν δωρεὰν διὰ τὰ περιττὰ καὶ ἀνόνητα. Τί γὰρ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅταν ὁ στρατηγὸς αἰχμάλωτος ἕλκηται; τί κέρδος νηὸς καλλωπιζομένης, ὅταν ὁ κυβερνήτης ὑποβρύχιος γένηται; τί δὲ σώματος εὖ συγκειμένου πλέον, ὅταν οἱ ὀφθαλμοὶ τῆς ὄψεως ὦσιν ἐκκεκομμένοι; Ὥσπερ οὖν τὸν ἰατρὸν τὸν ὀφείλοντα ὑγιαίνειν, ἵνα λύῃ τὰς νόσους, ἄν τις ἐμβαλὼν εἰς νόσον, εἰς ἀργυρᾶν κελεύσῃ κεῖσθαι κλίνην καὶ χρυσοῦν θάλαμον, οὐδὲν ὄφελος ἔσται τοῖς κάμνουσιν· οὕτως ἂν τὸν νοῦν διαφθείρας τὸν δυνάμενον λύειν τὰ πάθη θησαυρῷ παρακαθίσῃς, οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα ἐζημίωσας, καὶ πᾶσαν ἔβλαψας τὴν ψυχήν. Εἶδες πῶς δι' ὧν μάλιστα ἐπιθυμοῦσιν ἄνθρωποι τῆς πονηρίας πανταχοῦ, διὰ τούτων αὐτοὺς μάλιστα ἐκείνης ἀπάγει, καὶ πρὸς ἀρετὴν ἐπανάγει; Τίνος γὰρ ἕνεκεν ἐπιθυμεῖς χρημάτων; φησίν· οὐχ ἵνα ἡδονῆς ἀπολαύῃς καὶ τρυφῆς; Τοῦτο μὲν οὖν μάλιστα οὐκ ἔσται σοι ἐντεῦθεν, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ ὀφθαλμῶν ἐκκοπέντων οὐδενὸς αἰσθανόμεθα τῶν ἡδέων διὰ τὴν συμφορὰν τὴν ἐκεῖθεν, πολλῷ μᾶλλον ἐν τῇ τοῦ νοῦ διαστροφῇ καὶ πηρώσει τοῦτο πεισόμεθα. Τίνος δὲ ἕνεκεν κατορύττεις ἐν τῇ γῇ; ἵνα φυλάττηται μετὰ ἀσφαλείας; Ἀλλὰ κἀνταῦθα πάλιν τοὐναντίον, φησίν. Ὥσπερ οὖν τὸν νηστεύοντα καὶ ἐλεοῦντα καὶ προσευχόμενον πρὸς κενοδοξίαν, ἀφ' ὧν ἐπιθυμεῖ μάλιστα, ἀπὸ τούτων αὐτὸν ἐπε 57.292 σπάσατο εἰς τὸ μὴ κενοδοξεῖν· (Τίνος γὰρ ἕνεκεν οὕτως εὔχῃ καὶ ἐλεεῖς; φησίν· τῆς παρὰ τῶν ἀνθρώπων δόξης ἐρῶν; οὐκοῦν μὴ οὕτως εὔχου, φησὶ καὶ τότε αὐτῆς τεύξῃ κατὰ τὴν ἡμέραν τὴν μέλλουσαν·) οὕτω καὶ τὸν φιλάργυρον, ἀφ' ὧν μάλιστα ἐσπούδακεν, ἀπὸ τούτων εἷλε. Τί γὰρ βούλει; φησί· τὰ χρήματά σου φυλάττεσθαι, καὶ ἡδονῆς ἀπολαύειν; Ταῦτά σοι ἀμφότερα παρέξομαι μετὰ πολλῆς τῆς περιουσίας, ἐὰν ἐκεῖ καταθῇ τὸ χρυσίον, ὄπου κελεύω. Σαφέστερον μὲν οὖν ἐν τοῖς μετὰ ταῦτα τὴν τοῦ νοῦ βλάβην τὴν ἐντεῦθεν γινομένην ἐπέδειξεν, ὅτε τῶν ἀκανθῶν ἐμνημόνευσε· τέως δὲ καὶ ἐνταῦθα οὐχ ὡς ἔτυχε τοῦτο ᾐνίξατο, δείξας ἐσκοτωμένον τὸν περὶ ταῦτα μαινόμενον. Καὶ καθάπερ οἱ ἐν σκότῳ ὄντες οὐδὲν ὁρῶσι σαφὲς, ἀλλὰ ἄν τε σχοῖνον ἴδωσιν, ὄφιν εἶναι νομίζουσιν, ἄν τε ὄρη καὶ φάραγγας, ἀποτεθνήκασι τῷ δέει· οὕτω καὶ αὐτοὶ τὰ μὴ φοβερὰ τοῖς ὁρῶσι, ταῦτα δι' ὑποψίας ἔχουσι· καὶ γὰρ πενίαν τρέμουσι· μᾶλλον δὲ οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ τὴν τυχοῦσαν ζημίαν. Καὶ γὰρ ἂν μικρόν τι παραπολέσωσι, τῶν τῆς ἀναγκαίας ἀπορούντων τροφῆς μᾶλλον ἀλγοῦσι καὶ διακόπτονται. Πολλοὶ γοῦν τῶν