1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

6

ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν διεστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα· κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χιτῶνας, ἀλλὰ μήτ' ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ' ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παραγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μηδὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆσθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκουμένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφι 24.545 λοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος. Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ' ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προσήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλλάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σωτηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδιδόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων, προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας. Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε χρήματα, μήτε τι τῶν παρ' ἀνθρώποις τιμίων ἐπάξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. ∆ιὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε. Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ' ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ' ἀποφέρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς μεταλαβεῖν. Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, ∆ωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυγμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασανίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προλαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ' ἀκολούθως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει· προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τινος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ' ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετάληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ' ἑαυτῶν εὐλογίαις. - Περιφράξας τοὺς μαθητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι 24.548 εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι. Ἤκουσε δὲ Ἡρώδης ὁ