6
καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τούς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους. Τοσοῦτον γὰρ ἔχει κέρδος εὔκαιρος ἀπάτη καὶ μετὰ τῆς ὀρθῆς γινομένη διανοίας ὡς πολλοὺς ὅτι μὴ παρεκρούσαντο καὶ δίκην δοῦναι πολλάκις. Καὶ εἰ βούλει γε τῶν στρατηγῶν τοὺς ἐξ αἰῶνος εὐδοκιμήσαντας ἐξετάσαι, τὰ πλείονα αὐτῶν τρόπαια τῆς ἀπάτης εὑρήσεις ὄντα κατορθώματα καὶ μᾶλλον τούτους ἐπαινουμένους ἢ τοὺς ἐκ τοῦ φανεροῦ κρατοῦντας. Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν πλέον αὐτοῖς ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ' οὐδὲν ἧττον τῶν ἡττωμένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων καὶ τῶν ταμιείων κεκενωμένων. Πρὸς δὲ τούτοις οὐδὲ τῆς ἐπὶ τῇ νίκῃ δόξης αὐτοὺς ἀφιᾶσιν ἀπολαῦσαι πάσης· μέρος γὰρ αὐτῆς οὐ μικρὸν συμβαίνει καὶ τοὺς πεπτωκότας καρποῦσθαι, διὰ τὸ ταῖς ψυχαῖς νικῶντας τοῖς σώμασιν ἡττηθῆναι μόνοις, ὡς εἴγε ἐνῆν βαλλομένους μὴ πίπτειν, μηδὲ ἐπελθὼν ὁ θάνατος αὐτοὺς ἔπαυσεν, οὐκ ἂν ἔστησαν τῆς προθυμίας ποτέ. Ὁ δὲ ἀπάτῃ κρατῆσαι δυνηθεὶς οὐ συμφορᾷ μόνον, ἀλλὰ καὶ γέλωτι περιβάλλει τοὺς πολεμίους· οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀποφέρονται ἀμφότεροι τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῇ φρονήσει, ἀλλ' ὅλον τῶν νικώντων ἐστὶ τὸ βραβεῖον καί, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν. Οὐ γάρ ἐστιν ὥσπερ ὁ τῶν χρημάτων πλοῦτος καὶ τὸ τῶν σωμάτων πλῆθος, ἡ τῆς ψυχῆς φρόνησις· ἀλλ' ἐκεῖνα μὲν ὅταν τις αὐτοῖς ἐν τοῖς πολέμοις χρῆται συνεχῶς δαπανᾶσθαι συμβαίνει καὶ ἀπολείπειν τοὺς ἔχοντας, αὕτη δὲ ὅσῳπερ ἄν τις αὐτὴν ἀνακινῇ τοσούτῳ μᾶλλον αὔξεσθαι πέφυκεν. Οὐκ ἐν τοῖς πολέμοις δὲ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις ἂν τῆς ἀπάτης τὴν χρείαν· καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ πρὸς γυναῖκα ἀνδρὶ καὶ πρὸς ἄνδρα γυναικὶ καὶ πατρὶ πρὸς υἱὸν καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὑτῆς, ἀλλ' ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα· ὁ ταύτης δὲ ἀδελφὸς τὸν ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις ἐχρῆτο οἷσπερ καὶ ἡ γυνή. Καὶ ὁ Βασίλειος· Ἀλλ' οὐδὲν τούτων πρὸς ἐμέ, φησίν· οὐδὲ γὰρ ἐχθρὸς ἐγὼ καὶ πολέμιος, οὔτε τῶν ἀδικεῖν ἐπιχειρούντων, ἀλλ' ἅπαν τοὐναντίον· τῇ σῇ γνώμῃ τὰ ἐμαυτοῦ ἐπιτρέψας ἀεὶ ταύτῃ εἱπόμην ᾗπερ ἐκέλευσας.
1.7 ζʹ. Ὅτι οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν ἀλλ' οἰκονομίαν {ΙΩ.} Ἀλλ' ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φθάσας εἶπον ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ' ἐπὶ τοὺς ἐχθρούς, ἀλλὰ καὶ ἐν εἰρήνῃ καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν. Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθών τινι τῶν ἰατρῶν ἐρώτησον πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ' αὐτῶν ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ' ἔστιν ὅπου καὶ τὴν ἀπάτην παραλαβόντες καὶ τὴν παρ' αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον. Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀρρωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἵν' ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γινομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν. Εἰ δὲ βούλει, καὶ ἐγώ σοι διηγήσομαι δόλον ἕνα ἐκ πολλῶν ὧν ἤκουσα κατασκευάζειν ἰατρῶν παῖδας. Ἐπέπεσέ ποτέ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος καὶ ἡ φλὸξ ᾔρετο καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολὺν καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου