6
πολλοῖς εὔκολος ὁ λόγος οὗτος εἶναι δοκεῖ, τὰ δὲ τῶν προφητῶν δυσκολίαν ἔχειν. Ἀλλὰ καὶ τοῦτο ἀγνοούντων ἐστὶ τὸ βάθος τῶν ἐναποκειμένων αὐτῷ νοημάτων. ∆ιὸ παρακαλῶ, 57.21 μετὰ πολλῆς ἡμῖν ἕπεσθαι τῆς σπουδῆς, ὥστε εἰς αὐτὸ τὸ πέλαγος τῶν γεγραμμένων εἰσελθεῖν, τοῦ Χριστοῦ προηγουμένου ταύτης ἡμῖν τῆς εἰσόδου. Ὥστε δὲ εὐμαθέστερον γενέσθαι τὸν λόγον, δεόμεθα καὶ παρακαλοῦμεν (ὅπερ καὶ ἐπὶ τῶν ἄλλων Γραφῶν πεποιήκαμεν), προλαμβάνειν τὴν περικοπὴν τῆς Γραφῆς, ἢν ἂν μέλλωμεν ἐξηγεῖσθαι, ἵνα τῇ γνώσει ἡ ἀνάγνωσις προοδοποιοῦσα ᾖ, ὃ καὶ ἐπὶ τοῦ εὐνούχου γέγονε, καὶ πολλὴν παράσχῃ τὴν εὐκολίαν ἡμῖν. Καὶ γὰρ τὰ ζητούμενα πολλὰ καὶ ἐπάλληλα. Ὅρα γοῦν εὐθέως ἐν προοιμίοις τοῦ Εὐαγγελίου αὐτοῦ, πόσα ἄν τις ἐπαπορήσειε. Πρῶτον μὲν, τίνος ἕνεκεν ὁ Ἰωσὴφ γενεαλογεῖται, οὐκ ὢν τοῦ Χριστοῦ πατήρ. ∆εύτερον δὲ, πόθεν ἔσται δῆλος ἡμῖν ἀπὸ τοῦ ∆αυῒδ κατάγων τὸ γένος, τῆς Μαρίας, ἀφ' ἧς ἐτέχθη, τῶν προγόνων ἀγνοουμένων· οὐδὲ γὰρ ἐγενεαλογήθη ἡ Παρθένος. Τρίτον, τίνος ἕνεκεν ὁ μὲν Ἰωσὴφ, ὁ μηδὲν συντελῶν πρὸς τὴν γέννησιν, γενεαλογεῖται· ἡ δὲ Παρθένος, ἡ καὶ μήτηρ γενομένη, οὐ δείκνυται τίνων πατέρων καὶ πάππων καὶ προγόνων ἐστί. Μετὰ τούτων ἄξιον κἀκεῖνο ζητῆσαι, τί δήποτε διὰ τῶν ἀνδρῶν προάγων τὴν γενεαλογίαν, ἐμνήσθη καὶ γυναικῶν. Καὶ ἐπειδὴ τοῦτο αὐτῷ ἔδοξεν, οὐδὲ πάσας τέθεικε τὰς γυναῖκας, ἀλλὰ τὰς εὐδοκίμους παραδραμὼν, οἷον τὴν Σάῤῥαν, τὴν Ῥεβέκκαν, καὶ ὅσαι τοιαῦται, τὰς ἐπὶ κακίᾳ βεβοημένας, ταύτας εἰς μέσον ἤγαγε μόνον· οἷον εἴ τις πόρνη καὶ μοιχαλὶς, εἴ τις ἐκ παρανόμων γάμων, εἴ τις ἀλλόφυλος καὶ βάρβαρος ἦν. Καὶ γὰρ τῆς τοῦ Οὐρίου, καὶ τῆς Θάμαρ, καὶ τῆς Ῥαὰβ, καὶ τῆς Ῥοὺθ ἐμνημόνευσεν· ὧν ἡ μὲν ἀλλογενὴς ἦν, ἡ δὲ πόρνη, ἡ δὲ τῷ κηδεστῇ προσεφθάρη· καὶ οὐδὲ τούτῳ νόμῳ γάμου, ἀλλὰ κλέψασα τὴν μίξιν, καὶ πόρνης περιθεμένη προσωπεῖον ἑαυτῇ· καὶ τὴν τοῦ Οὐρίου δὲ οὐδεὶς ἀγνοεῖ διὰ τὴν περιφάνειαν τοῦ τολμήματος. Ἀλλ' ὅμως πάσας τὰς ἄλλας ἀφεὶς ὁ εὐαγγελιστὴς, ταύτας ἐνέθηκε τῇ γενεαλογίᾳ μόνας. Καίτοι εἰ μνησθῆναι γυναικῶν ἔδει, πασῶν ἐχρῆν· εἰ δὲ μὴ πασῶν, ἀλλ' ἐνίων, τῶν ἐν ἀρετῇ, οὐ τῶν ἐν ἁμαρτήμασι βεβοημένων. Εἴδετε πόσης ἡμῖν δεῖ προσοχῆς ἐν τοῖς προοιμίοις εὐθέως. Καίτοιγε δοκεῖ σαφέστερον εἶναι τῶν ἄλλων τὸ προοίμιον, τάχα δὲ πολλοῖς καὶ περισσὸν, διὰ τὸ ὀνομάτων ἀριθμὸν εἶναι μόνον. Μετὰ τοῦτο κἀκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν τρεῖς παρέδραμε βασιλεῖς. Εἰ γὰρ ὡς σφόδρα ἀσεβῶν ἀπεσιώπησε τὴν προσηγορίαν, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων μνησθῆναι ἔδει. Καὶ γὰρ καὶ τοῦτο ἕτερόν ἐστι ζήτημα. ∆εκατέσσαρας γὰρ εἰπὼν γενεὰς, ἐν τῇ τρίτῃ μερίδι τὸν ἀριθμὸν οὐ διέσωσε. Καὶ τίνος ἕνεκεν ὁ μὲν Λουκᾶς ἑτέρων ἐμνημόνευσεν ὀνομάτων, καὶ οὐ μόνον οὐ τῶν αὐτῶν ἁπάντων, ἀλλὰ καὶ πολλῷ πλειόνων· ὁ δὲ Ματθαῖος, καὶ ἐλαττόνων, καὶ ἑτέρων, καίτοιγε εἰς τὸν Ἰωσὴφ καὶ αὐτὸς τελευτήσας, εἰς ὃν καὶ ὁ Λουκᾶς κατέληξεν. Ὁρᾶτε ὅσης ἀγρυπνίας ἡμῖν χρεία, οὐκ εἰς τὸ λῦσαι μόνον, ἀλλὰ καὶ εἰς τὸ μαθεῖν, τίνα χρὴ λῦσαι. 57.22 Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ τὰ διαπορούμενα δυνηθῆναι εὑρεῖν· καὶ γὰρ καὶ ἐκεῖνο ἄπορον, πῶς ἡ Ἐλισάβετ ἀπὸ τῆς Λευϊτικῆς φυλῆς οὖσα, συγγενὴς ἦν τῆς Μαρίας. ζʹ. Ἀλλ' ἵνα μὴ καταχώσωμεν ὑμῶν τὴν μνήμην πολλὰ συνείροντες, ἐνταῦθα τέως τὸν λόγον στήσωμεν. Ἀρκεῖ γὰρ ὑμῖν εἰς τὸ διεγερθῆναι καὶ τὸ τὰ ζητούμενα μόνον μαθεῖν. Εἰ δὲ καὶ τῆς λύσεως ἐρᾶτε, καὶ τούτου πρὸ τῶν λόγων τῶν ἡμετέρων ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ ἴδω διεγερθέντας καὶ ἐπιθυμοῦντας μαθεῖν, πειράσομαι καὶ τὴν λύσιν ἐπαγαγεῖν· ἂν δὲ χασμωμένους καὶ μὴ προσέχοντας, ἀποκρύψομαι καὶ τὰ ζητήματα καὶ τὴν λύσιν, θείῳ νόμῳ πειθόμενος· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ καταπατήσωσι τοῖς ποσὶν αὑτῶν. Τίς δέ ἐστιν ὁ καταπατῶν; Ὁ μὴ τίμια ταῦτα ἡγούμενος καὶ σεμνά. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ σεμνὰ ταῦτα καὶ πάντων ἡγεῖσθαι τιμιώτερα; Ὁ μηδὲ τοσαύτην παρέχων αὐτοῖς σχολὴν, ὅσην ταῖς πόρναις γυναιξὶν ἐν τοῖς σατανικοῖς