7
τηνικαῦτα, ὥσπερ σκύλακες ἄτακτοι καὶ θρασεῖς τὸν ἐπιστάτην ἀποβαλόντες, διαναστάντα τὰ τοῦ σώματος πάθη, πολλὰ καθυλακτεῖ τῆς ψυχῆς· καὶ ποικίλως αὐτὴν διασπᾷν ἐπιχειρεῖ ἕκαστον τῶν παθῶν, τὴν ζωτικὴν αὐτῆς δύναμιν πρὸς ἑαυτὸ μερι ζόμενον. ∆ιττὴν γὰρ εἶναι τῆς ψυχῆς ἔγωγε οἶμαι τὴν δύναμιν, μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης· τὴν μέν τινα τοῦ σώματος ζωτικὴν, τὴν δὲ ἑτέραν τῶν 31.1341 ὄντων θεωρητικήν, ἣν δὴ καὶ λογιστικὴν ὀνομάζομεν. Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι ἡ ψυχὴ, φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ οἷόν τε ἐπιλάμψαντα μὴ φωτίσαι τοῦτο, καθ' οὗ τὰς αὐγὰς ἤνεγκεν· οὕτω ψυχὴν ἀμήχανον μὴ ζωο ποιεῖν σῶμα, ᾧ ἂν ἐγγένηται· ἡ δὲ θεωρητικὴ δύνα μις ἐν προαιρέσει ἔχει τὴν κίνησιν. Ἂν μὲν οὖν διὰ παντὸς τὸ θεωρητικόν τε καὶ λογιστικὸν ἑαυτῆς ἐγρη γορέναι παρασκευάζῃ, καθὼς ὁ Προφήτης φησί· Μηδὲ νυστάξῃ ὁ φυλάσσων σε· διπλῇ κατευ νάζει τὰ πάθη τοῦ σώματος, τῇ τε περὶ τῶν κρειτ τόνων καὶ προσφυῶν θεωρίᾳ ᾗ ἀπασχολεῖται, καὶ τῇ ἀταραξίᾳ τοῦ σώματος ἐπισκοποῦσα, σωφρονίζει ταῦτα καὶ καταστέλλει· ἂν δὲ, τὴν ἀργίαν ἀσπα σαμένη, τὸ θεωρητικὸν ἀκίνητον ἔχῃ, σχολαῖον τὸ ζωτικὸν τὰ πάθη τοῦ σώματος εὑρόντα, καὶ με ρισάμενα, μηδενὸς ἐπιστατοῦντος καὶ ἀνακόπτοντος, ἐπὶ τὰς οἰκείας ὁρμάς τε καὶ ἐνεργείας τὴν ψυχὴν συγκαθείλκυσαν. Ὥστε εἶναι τὰ πάθη τοῦ σώματος βίαια μὲν, ἀργοῦντος τοῦ ἐν ἡμῖν λόγου· εὐπειθῆ δὲ, τούτου τάττοντος καὶ διέποντος. Οὐ μεμπτὸν τοίνυν τὸ σῶμα τοῖς ὀρθῶς περὶ αὐτοῦ γινώσκειν ἐθέλουσι. Πρέπει γὰρ τῇ τῆς συμβουλῆς ἐκθέσει καὶ τὰς κακοδοξίας τῶν πονηρῶς ὑπειληφότων περὶ τοῦ σώματος ἀναιρεῖν. Ὥσπερ γὰρ, ἀγαπητὲ, καλὸν ὁ ἵππος, καὶ ὅσῳπερ ἂν τὴν φύσιν ὀξύτερος καὶ θερ μότερος ᾖ, τοσούτῳ ἀμείνων· δεῖται δὲ τοῦ ἡνιοχή σοντός τε καὶ κυβερνήσοντος, οἷα δὴ λογισμῶν ἄμοιρος ὤν. Ἐπιβάντος δὲ τοῦ ἡνιόχου, αὐτὸς μὲν τῇ φύσει χρῆσθαι πειράσεται. Ἐὰν μὲν οὖν ὁ ἡνίοχος τὰς ὁρμὰς τοῦ ὑπο ζυγίου δεόντως οἰκονομήσῃ, ἑαυτῷ τε πρὸς τὸ συμ φέρον ἐχρήσατο, καὶ τοῦ σκοποῦ τοῦ προκειμένου τετύχηκε, καὶ αὐτὸς δὲ σέσωσται, καὶ τὸ ὑποζύγιον ὤφθη τὴν χρῆσιν ἄριστον· ἐπειδὰν δὲ ὁ ἡνίοχος κα κῶς ἀγάγῃ τὸν πῶλον, ὅ τε πῶλος πολλάκις παρ ετράπη τῆς λεωφόρου, καὶ εἰς ἀνοδίαν ἐξέπεσε· κατενεχθεὶς δὲ καὶ αὐτὸν ἔστιν ὅτε τὸν ἐπιβάτην κατήνεγκε, καὶ κίνδυνος ἑκατέρων ἡ τοῦ ἡνιόχου ῥᾳθυμία γίνεται. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπολάμβανε. Τὸ μὲν γὰρ σῶμα τὰς φυσικὰς ὁρμὰς ἔλαβεν οὐκ ἀτόπους, ἀλλὰ πρός τι πάντως καλὰς καὶ χρησίμους· λογισμοῦ δὲ τοῦτο ἄμοιρον 31.1344 ὑπάρχει, ἵνα τιμηθείη τοῖς τοῦ λόγου προτερήμασιν ἣ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς δεόντως οἰκονομῇ, αὐτό τε περιεσώσατο, καὶ αὐτὴ ἔξω κινδύνων· ἐὰν δὲ τοῦ ἐπιστατικοῦ ἀμελήσῃ, καὶ ὕπνῳ κρατηθεῖσα τῆς ῥᾳθυμίας, παρείη τὴν τοῦ σώματος ἡνιόχησιν, αὐτό τε, οἷα λογισμῶν ἔρημον, τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις περιέβαλε πταίσμασιν, οὐκ ἐξ οἰκείας κακίας, ἀλλὰ διὰ τὴν ἐκείνης ὀλιγωρίαν. Εἰ μὲν γὰρ ἦν τὰ πάθη τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείρια γέγονε τοῖς κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπι χειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἡ τὸ κῦρος ἀνει μένη τοῦ σώματος, οὔτε αὐτὴ φύσει τὸ κακὸν ἐν ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ καθισταμένη. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπό λειψις ἀρετῆς.
ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυλάκτως
ποιεῖσθαι.