7
διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλι σάβετ γεννήσει υἱόν σοι. Καὶ μετ' ὀλίγα· Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσο μαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀπο κριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆ σαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθή σονται εἰς τὸν καιρὸν αὐτῶν. ΠΡΟΣ ΡΩΜ. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει· δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. ∆ιὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ὅτι ὁ ἐπὶ τοῖς ἐλάττοσι μὴ πιστεύων τῷ Κυρίῳ δῆλός ἐστι πολὺ πρότερον ἐπὶ τοῖς μείζοσιν ἀπι στῶν. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πι στεύσετε; ΛΟΥΚΑΣ. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Ὅτι οὐ χρὴ λογισμοῖς ἰδίοις στηρίζεσθαι ἐπὶ ἀθετή σει τῶν ὑπὸ τοῦ Κυρίου λεγομένων· ἀξιοπιστότερα δὲ εἰδέναι τῆς ἰδίας πληροφορίας τὰ τοῦ Κυρίου ῥήματα. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάν τες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· 31.716 Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με ... Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν· καὶ ἐσθιόντων αὐτῶν, λέγει αὐτοῖς· Λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκα στος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; ΠΡΑΞΕΙΣ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦ σον, καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε· Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκά θαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. ΠΡΟΣ ΚΟΡ. βʹ. Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαι ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
ΟΡΟΣ Θʹ. Ὅτι οὐ δεῖ ἀμελεῖν τῆς τῶν ἐπιβαλλόντων γνώσεως· μετὰ προσοχῆς
δὲ τῶν τοῦ Κυρίου λόγων ἀκούοντα συνιέναι, καὶ ποιεῖν τὸ θέλημα αὐτοῦ. Κεφάλ. Α ΜΑΤΘΑΙΟΣ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν
παραβολὴν ταύτην. Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόμα τος, ἐκ τῆς καρδίας ἐξέρχεται, καὶ κοινοῖ τὸν ἄνθρωπον; ... Παντὸς ἀκούοντος τὸν λό γον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρ δίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Καὶ μετ' ὀλίγον· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιὼν, ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκα τὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ΜΑΡΚΟΣ. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, εἶπεν αὐ τοῖς· Ἀκούετέ μου, καὶ συνίετε. ΠΡΟΣ ΕΦΕΣ. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν και ρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ. Ὅτι περὶ τῶν μὴ ἐπιβαλλόντων οὐ δεῖ πολυπρα γμονεῖν. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί