1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

7

νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις ἐπ' ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ νεμομένας, οὐχὶ ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ· ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὅψις, καὶ ἐξίτηλος γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἕστιν. Αἱ γὰρ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυμοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν. Τῇ δ' ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποταμιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χωρισθῇ, μὴ ἕχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτηται. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας, ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ' αὐτοῖς εἰ μὴ ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις, ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτεροι δέ εἰσιν ἀλληλοφάγοι. Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πριὼν πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριοδρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας, μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαράκοντα, καὶ κοπιάσας, καθίησιν αὑτοῦ τὰς πτέρυγας, καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν ἴδιον. Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τισιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλάκις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ, ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη, ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν 725 τος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκπέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ Ἀτλάντια πελάγη διὰ τὸ μέγεθος. Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδιμος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως, καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ κατέδεται. Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφοδον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς τῶν κυμάτων αὐτὸν περιάγεσθαι. Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμόχροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας τῇ πέτρᾳ κατέδεται. Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν, ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος.