8
εἶπεν αὐτῷ. ΠΡΑΞΕΙΣ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον 31.717 τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐ τούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ὅτι ἴδιον τῶν ἐχόντων σπουδὴν τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸ καὶ ἐπερωτᾷν περὶ ὧν δεῖ. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ ... Καὶ ἰδοὺ, εἷς προσελθὼν, εἶπεν αὐτῷ· ∆ιδάσκαλε ἀγαθὲ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; ΛΟΥΚΑΣ. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτι σθῆναι ὑπ' αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπ έδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ μετ' ὀλίγα· Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέ γοντες· Τί ποιήσομεν; Ὁμοίως τελῶναι, ὁμοίως στρατευόμενοι. ΠΡΑΞΕΙΣ. Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέ τρον, καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσο μεν, ἄνδρες ἀδελφοί; Ὅτι δεῖ ἐπερωτωμένῳ φροντίζειν ἀξιολόγως ἀπο κρίνεσθαι. Κεφάλ. ∆ʹ. ΛΟΥΚΑΣ. Καὶ ἰδοὺ, νομικός τις ἀνέστη ἐκπει ράζων αὐτὸν, καὶ λέγων· ∆ιδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ πρὸς αὐ τόν· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ. ΠΡΟΣ ΚΟΛΟΣΣ. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὅτι χεῖρον μὲν τὸ κρῖμα τῶν συνιέντων, καὶ μὴ ποιούντων· οὔτε δὲ τὸ κατὰ ἄγνοιαν ἁμαρτάνειν ἀκίνδυνον. Κεφάλ. Εʹ. ΛΟΥΚΑΣ. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέ λημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολ λάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.
ΟΡΟΣ Ιʹ. Ὅτι τέλος ἁμαρτίας θάνατος.
Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ
ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν. 31.720 ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Καὶ μετ' ὀλίγα· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος ... Τὸ δὲ κέν τρον τοῦ θανάτου ἡ ἁμαρτία. Ὅτι τέλος ἐντολῆς Θεοῦ ζωὴ αἰώνιος. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. -Ἀλλ' ὁ πέμψας με Πα τὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω, καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. ΠΡΟΣ ΡΩΜ. Νυνὶ δὲ ἐλευθερωθέν τες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
ΟΡΟΣ ΙΑ. Ὅτι οὐ δεῖ καταφρονεῖν κριμάτων Θεοῦ, ἀλλὰ φο βεῖσθαι, κἂν μὴ
παραυτίκα τὴν ἀνταπόδοσιν ἔχῃ. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμε νον καὶ ψυχὴν καὶ
σῶμα ἀπολέσαι ἐν γεέννῃ. ΛΟΥΚΑΣ. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι· καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρ- τανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ΠΡΟΣ ΕΦΕΣ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·