1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

8

Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς πηλὸν ἑαυτὴν ἐγκωλύσασα [φ. ἐγκυλίσασα], εἰς τὸ στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ κατεσθίουσα ἀναιρεῖ αὐτόν. Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλάτος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ εἰσὶ τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι· καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ παχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συνυφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ ἐφ' ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ, ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πόδας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως ἕχει, κεφαλὴν περιφερῆ μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κεχηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ καμίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον, λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ. Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα ποιοῦσι, καὶ καλάμῃ αὐτὸ στεγάζουσι, καὶ ἐπιχωννύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό 728 θρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευταὶ εὐθὺς ἀποκλείουσι. ∆εύτερον. .... βοὸς δὲ ἔχει τὸ θηρίον τὸ μέγεθος. Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔνδοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ γαστρὶ αὐτῶν. Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται διαδράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγχιστρον, ἐξαλλομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον, καὶ διαφεύγει. Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον, ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμιλίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπιστρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴσθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν) ὑφ' ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατεσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμβλύνεσθαι. Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν, καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πεπλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γένεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κεκλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τούτων ἑκατέρων ἡ κατασκευὴ διενήνοχε· καὶ τὰ μέν ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνα τέτακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγχώρια. Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος