8
οὐκ ἠπατήμεθα παρὰ σοῦ; {ΙΩ.} Καὶ τί τούτου τοῦ κέρδους, ἔφην, ἂν γένοιτο μεῖζον ἢ τὸ ταῦτα φαίνεσθαι πράττοντας ἅπερ δείγματα τῆς εἰς τὸν Χριστὸν ἀγάπης αὐτὸς ἔφησεν εἶναι ὁ Χριστός; Πρὸς γὰρ τὸν κορυφαῖον τῶν ἀποστόλων διαλεγόμενος, «Πέτρε, φιλεῖς με;» φησί· τούτου δὲ ὁμολογήσαντος, ἐπιλέγει· «Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου.» Ἐρωτᾷ τὸν μαθητὴν ὁ διδάσκαλος εἰ φιλοῖτο παρ' αὐτοῦ, οὐχ ἵνα αὐτὸς μάθῃ-πῶς γὰρ ὁ τὰς ἁπάντων ἐμβατεύων καρδίας; -ἀλλ' ἵνα ἡμᾶς διδάξῃ ὅσον αὐτῷ μέλει τῆς τῶν ποιμνίων ἐπιστασίας τούτων. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερὸν ὅτι πολὺς καὶ ἄφατος ἀποκείσεται μισθὸς τῷ περὶ ταῦτα πονουμένῳ ἃ πολλοῦ τιμᾶται ὁ Χριστός. Εἰ γὰρ ἡμεῖς, ὅταν ἴδωμεν τῶν οἰκετῶν ἢ τῶν θρεμμάτων τῶν ἡμετέρων ἐπιμελουμένους τινάς, τῆς περὶ ἡμᾶς ἀγάπης τὴν εἰς ἐκεῖνα σπουδὴν τιθέμεθα σημεῖον, καίτοι γε ἅπαντα ταῦτα χρημάτων ἐστὶν ὠνητά, ὁ μὴ χρημάτων μηδὲ ἄλλου τινὸς τοιούτου, ἀλλ' ἰδίῳ θανάτῳ τὸ ποίμνιον πριάμενος τοῦτο καὶ τιμὴν τῆς ἀγέλης τὸ αἷμα δοὺς τὸ ἑαυτοῦ, πόσῃ τοὺς ποιμαίνοντας αὐτὴν ἀμείψεται δωρεᾷ; ∆ιά τοι τοῦτο εἰπόντος τοῦ μαθητοῦ· «Σὺ οἶδας, Κύριε, ὅτι φιλῶ σε», καὶ μάρτυρα τῆς ἀγάπης αὐτὸν τὸν ἀγαπώμενον καλέσαντος, οὐκ ἔστη μέχρι τούτων ὁ Σωτήρ, ἀλλὰ καὶ τὸ τῆς ἀγάπης προσέθηκε σημεῖον. Οὐ γὰρ ὅσον αὐτὸν ὁ Πέτρος ἐφίλει, τότε ἐπιδεῖξαι ἐβούλετο-καὶ γὰρ ἐκ πολλῶν τοῦτο ἤδη γέγονεν ἡμῖν δῆλον-, ἀλλ' ὅσον αὐτὸς τὴν Ἐκκλησίαν ἀγαπᾷ τὴν ἑαυτοῦ, καὶ Πέτρον καὶ πάντας ἡμᾶς μαθεῖν ἠθέλησεν ἵνα πολλὴν καὶ ἡμεῖς περὶ ταῦτα εἰσφέρωμεν τὴν σπουδήν. ∆ιὰ τί γὰρ Υἱοῦ καὶ Μονογενοῦς οὐκ ἐφείσατο ὁ Θεός, ἀλλ' ὃν μόνον εἶχεν ἐξέδωκεν; ἵνα τοὺς ἐχθρωδῶς πρὸς αὐτὸν διακειμένους ἑαυτῷ καταλλάξῃ καὶ ποιήσῃ λαὸν περιούσιον· διὰ τί καὶ τὸ αἷμα ἐξέχεεν; ἵνα τὰ πρόβατα κτήσηται ταῦτα ἃ τῷ Πέτρῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐνεχείριζεν. Εἰκότως ἄρα καὶ δικαίως ἔλεγεν ὁ Χριστός· «Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τὴν οἰκίαν αὑτοῦ;» Πάλιν τὰ μὲν ῥήματα ἀποροῦντος, ὁ δὲ φθεγγόμενος αὐτὰ οὐκ ἀπορῶν ἐφθέγγετο· ἀλλ' ὥσπερ τὸν Πέτρον ἐρωτῶν εἰ φιλοῖτο, οὐ μαθεῖν δεόμενος τοῦ μαθητοῦ τὸν πόθον ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν, οὕτω καὶ νῦν λέγων· «Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος;» οὐ τὸν πιστὸν καὶ φρόνιμον ἀγνοῶν ἔλεγεν, ἀλλὰ παραστῆσαι θέλων τὸ τοῦ πράγματος σπάνιον καὶ τῆς ἀρχῆς ταύτης τὸ μέγεθος. Ὅρα γοῦν καὶ τὸ ἔπαθλον ὅσον· «Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καταστήσει αὐτόν.» Ἔτι οὖν ἀμφισβητήσεις ἡμῖν τοῦ μὴ καλῶς ἠπατῆσθαι, πᾶσι μέλλων ἐπιστήσεσθαι τοῦ Θεοῦ τοῖς ὑπάρχουσι καὶ ταῦτα πράττων ἃ καὶ τὸν Πέτρον ποιοῦντα ἔφησε δυνήσεσθαι καὶ τῶν ἀποστόλων ὑπερακοντίσαι τοὺς λοιπούς· «Πέτρε γάρ, φησί, φιλεῖς με πλεῖον τούτων;» Καίτοι γε ἐνῆν εἰπεῖν πρὸς αὐτόν· Εἰ φιλεῖς με, νηστείαν ἄσκει, χαμευνίαν, ἀγρυπνίας συντόνους, προΐστασο τῶν ἀδικουμένων, γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Νῦν δὲ πάντα ταῦτα ἀφεὶς τί φησι; «Ποίμαινε τὰ πρόβατά μου.»
2.2 βʹ. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων τῶν ἄλλων Ἐκεῖνα μὲν γὰρ ἃ προεῖπον καὶ τῶν ἀρχομένων πολλοὶ δύναιντ' ἂν ἐπιτελεῖν ῥᾳδίως, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· ὅταν δὲ Ἐκκλησίας προστῆναι δέῃ καὶ ψυχῶν ἐπιμέλειαν πιστευθῆναι τοσούτων, πᾶσα μὲν ἡ γυναικεία φύσις παραχωρείτω τῷ μεγέθει τοῦ πράγματος, καὶ ἀνδρῶν δὲ τὸ πλέον. Ἀγέσθωσαν δὲ εἰς μέσον οἱ πολλῷ τῷ μέτρῳ πλεονεκτοῦντες ἁπάντων, καὶ τοσοῦτον ὑψηλότεροι τῶν ἄλλων κατὰ τὴν τῆς ψυχῆς ὄντες ἀρετὴν ὅσον τοῦ παντὸς ἔθνους Ἑβραίων κατὰ τὸ τοῦ σώματος μέγεθος ὁ Σαούλ, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Μὴ γάρ μοι μόνον ὑπερωμίας ἐνταῦθα ζητείσθω μέτρον, ἀλλ' ὅση πρὸς τὰ ἄλογα τῶν λογικῶν ἀνθρώπων ἡ διαφορά, τοσοῦτον τοῦ ποιμένος καὶ τῶν