8
θεάτρου σιγῆς πολλῆς γενομένης, τότε τὰ τοῦ βασιλέως ἀναγινώσκεται γράμματα, πολλῷ μᾶλλον ἐπὶ τῆς πόλεως ταύτης ἅπαντας δεῖ κατεστάλθαι, καὶ ὀρθαῖς ταῖς ψυχαῖς καὶ ταῖς ἀκοαῖς ἑστάναι. Οὐ γὰρ ἐπιγείου τινὸς, ἀλλὰ τοῦ τῶν ἀγγέλων ∆εσπότου τὰ γράμματα ἀναγινώσκεσθαι μέλλει. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίσωμεν, καὶ αὐτὴ τοῦ Πνεύματος ἡ χάρις ὁδηγήσει μετὰ πολλῆς ἀκριβείας ἡμᾶς, καὶ πρὸς αὐτὸν ἥξομεν τὸν θρόνον τὸν βασιλικὸν, καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.23 ΟΜΙΛΙΑ Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.
αʹ. Ἆρα μέμνησθε τῆς παραγγελίας, ἣν πρώην ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες μετὰ σιγῆς ἁπάσης καὶ μυστικῆς ἡσυχίας ἀκούειν τῶν λεγομένων ἁπάντων; Καὶ γὰρ μέλλομεν τῶν ἱερῶν σήμερον ἐπιβαίνειν προθύρων· διὸ καὶ τῆς παραγγελίας ἀνέμνησα. Εἰ γὰρ Ἰουδαῖοι κεκαυμένῳ ὄρει, καὶ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ προσιέναι μέλλοντες, μᾶλλον δὲ οὐδὲ προσιέναι, ἀλλὰ πόῤῥωθεν ταῦτα καὶ ὁρᾷν καὶ ἀκούειν, πρὸ τριῶν ἡμερῶν ἐκελεύοντο γυναικὸς ἀπέχεσθαι, καὶ τὰ ἱμάτια ἀποπλῦναι, καὶ ἐν τρόμῳ ἦσαν καὶ φόβῳ, καὶ αὐτοὶ, καὶ μετ' ἐκείνων Μωϋσῆς· πολλῷ μᾶλλον ἡμᾶς τοιούτων μέλλοντας ἀκούσεσθαι λόγων, καὶ οὐ πόῤῥω ὄρους ἑστάναι καπνιζομένου, ἀλλ' εἰς αὐτὸν εἰσιέναι τὸν οὐρανὸν, πλείονα χρὴ ἐπιδείκνυσθαι φιλοσοφίαν, οὐχ ἱμάτια ἀποπλύνοντας, ἀλλὰ τὴν στολὴν τῆς ψυχῆς ἀποσμήχοντας, καὶ πάσης βιωτικῆς ἀπαλλαττομένους μίξεως. Οὐ γὰρ γνόφον ὄψεσθε, οὐδὲ καπνὸν, οὐδὲ θύελλαν· ἀλλ' αὐτὸν τὸν Βασιλέα καθήμενον ἐπὶ τοῦ θρόνου τῆς ἀποῤῥήτου δόξης ἐκείνης, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους παρεστῶτας αὐτῷ, καὶ τοὺς δήμους τῶν ἁγίων μετὰ τῶν ἀπείρων μυριάδων ἐκείνων. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πόλις, τὴν Ἐκκλησίαν ἔχουσα τῶν πρωτοτόκων, τὰ πνεύματα τῶν δικαίων, 57.24.30 τὴν πανήγυριν τῶν ἀγγέλων, τὸ αἷμα τοῦ ῥαντισμοῦ, δι' οὗ τὰ πάντα συνήφθη, καὶ ὁ οὐρανὸς ἐδέξατο τὰ ἀπὸ γῆς, καὶ γῆ τὰ ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις καὶ ἁγίοις παραγέγονεν εἰρήνη. Ἐν ταύτῃ τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ Βασιλέως ἡμῶν· ταῦτα γὰρ ἅπαντα ἀπὸ τῶν Εὐαγγελίων εἰσόμεθα μετὰ ἀκριβείας. Κἂν ἀκολουθῇς μετὰ ἡσυχίας τῆς προσηκούσης, δυνησόμεθά σε περιαγαγεῖν πανταχοῦ, καὶ δεῖξαι, ποῦ μὲν ὁ θάνατος ἀνεσκολοπισμένος κεῖται· ποῦ δὲ ἡ ἁμαρτία κρεμαμένη· ποῦ δὲ τὰ πολλὰ καὶ παράδοξα ἀπὸ τοῦ πολέμου τούτου, ἀπὸ τῆς μάχης ταύτης ἀναθήματα. Ὄψει καὶ τὸν τύραννον ἐνταῦθα δεδεμένον, καὶ τῶν αἰχμαλώτων τὸ πλῆθος ἑπόμενον, καὶ τὴν ἀκρόπολιν, ἀφ' ἧς ὁ μιαρὸς δαίμων ἐκεῖνος ἅπαντα κατέδραμε τὸν ἔμπροσθεν χρόνον· ὄψει τοῦ λῃστοῦ τὰς καταδύσεις καὶ τὰ σπήλαια, διεῤῥωγότα λοιπὸν καὶ ἀναπεπταμένα· καὶ γὰρ καὶ ἐκεῖ παρεγένετο ὁ Βασιλεύς. Ἀλλὰ μὴ ἀποκάμῃς, ἀγαπητέ· οὐδὲ γὰρ εἰ πόλεμόν τις αἰσθητὸν διηγεῖτο, καὶ τρόπαια, καὶ νίκας, κόρον ἔλαβες ἄν· ἀλλ' οὐδὲ σιτίον οὐδὲ ποτὸν πρὸ ταύτης ἂν ἔθου τῆς ἱστορίας. Εἰ δὲ ἐκείνη ποθητὴ ἡ διήγησις, πολλῷ μᾶλλον αὕτη. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν ἀκοῦσαι, πῶς μὲν ἐκ τῶν οὐρανῶν καὶ τῶν θρόνων 57.25 ἀναστὰς τῶν βασιλικῶν, καὶ εἰς τὴν γῆν, καὶ εἰς αὐτὸν τὸν ᾅδην ἥλατο ὁ Θεὸς, καὶ ἐπὶ τῆς παρατάξεως ἔστη· πῶς δὲ ἀντιπαρετάξατο ὁ διάβολος, μᾶλλον δὲ οὐ Θεῷ γυμνῷ, ἀλλὰ Θεῷ ἀνθρωπίνῃ κρυπτομένῳ φύσει. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι θανάτῳ θάνατον ὄψει λυόμενον, καὶ κατάραν ἀφανιζομένην κατάρᾳ, καὶ δι' ὧν ἴσχυσεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ