1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

9

τὸ στεῤῥὸν καὶ ἀνένδοτον τῆς τοῦ σώ ματος κατασκευῆς καὶ δυνάμεως· τὸ δὲ τούτοις ἀνεκτὸν ἑτέροις κινδύνων ὑπόθεσις γέγονε. Σωμάτων γὰρ πρὸς σώματα τοσαύτην ἄν τις εὕροι διαφορὰν, ὅσην χαλκοῦ καὶ σιδήρου πρὸς τὰ φρυγανώδη τῶν ξύλων. Ὥστε ἐγκράτειαν αἱρεῖσθαι προσήκει πρὸς λόγον τῆς ὑπαρχούσης δυνάμεως. Ἀρεταὶ μὲν γὰρ ἐν μόνῃ τῇ ψυχῇ κατορθούμεναι πᾶσαι πᾶσιν ὁμοίως ταχθήσονται· οἷον πραότης, ἐπιείκεια, ταπεινο φροσύνη, ἀγαθωσύνη, φιλαδελφία, τὸ ἄδολον, τὸ φιλάληθες, τὸ συμπαθὲς, τὸ ἥμερον, τὸ φιλάνθρω πον· ταύτας γὰρ ἐξαιρέτους φαμὲν τῆς ψυχῆς ἀρετὰς, ἐπείπερ εἰς τὴν αὐτῶν κτῆσίν τε καὶ κατ όρθωσιν οὐδὲν πλέον τὸ σῶμα τῇ ψυχῇ συνεισφέρει ἢ τὸ βουλευτήριον αὐτῇ γενέσθαι τῆς περὶ αὐ τῶν διασκέψεως· ἐγκράτεια δὲ ἑκάστῳ πρὸς τὴν δύ ναμιν τοῦ σώματος ὁρισθήσεται, ὥστε μήτε ἔλαττον τῆς ὑπαρχούσης δυνάμεως διελθεῖν, μήτε τοῖς ὑπὲρ τὴν δύναμιν ἐπεκτείνεσθαι. Καὶ τοῦτο γὰρ, οἶμαι, προσήκει σκοπεῖν, ὅπως ἂν, μὴ τῇ ἀμετρίᾳ τῆς ἐγκρατείας τὴν δύναμιν τοῦ σώματος καταλύ σαντες, ἀργὸν αὐτὸ καὶ ἄπρακτον πρὸς τὰ σπουδαῖα τῶν πράξεων ἀποφήνωμεν. Οὐ γὰρ δὴ ποιῶν ὁ Θεὸς τὸν ἄνθρωπον ἀργὸν καὶ ἀκίνητον αὐτὸν εἶναι βεβού ληται, ἀλλ' ἐνεργὸν ὑπάρχειν πρὸς τὰ καθ ήκοντα, ἐν μὲν τῷ παραδείσῳ κελεύσας τὸν Ἀδὰμ ἐργάζεσθαι, καὶ φυλάττειν αὐτὸν (εἰ γὰρ καὶ θεωρία τῷ ῥητῷ πρόσκειται, ἀλλὰ γοῦν καὶ τὸ ἰδικὸν ζήλου καὶ σπουδῆς ἄξιον), μετὰ δὲ τὴν ἐκεῖθεν ἔκπτωσιν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν ἀποφηνά μενος. Τὰ δὲ πρὸς τὸν Ἀδὰμ εἰρημένα, ὅτι πᾶσι τοῖς ἐξ αὐτοῦ γεγεννημένοις εἴρηται, δῆλον ἐντεῦθεν. Καὶ γὰρ τὸν θάνατον ὥρισε μὲν ὁ Θεὸς κατ' ἐκείνου, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, εἰπών· πάντες δὲ οἱ ἐξ αὐτοῦ γεγονότες μετέσχον παρα πλησίως ἐκείνῳ τοῦ πάθους. Προσήκει τοίνυν μηδὲν καινοτομεῖν παρὰ τὴν φύσιν καὶ τοὺς ὅρους τοῦ εὐεργέτου τῆς φύσεως, ἀλλ' ἐμμένοντα τούτοις, ἔμπρακτον ἔχειν τὸ σῶμα, μηδαμοῦ ταῖς ἀμετρίαις 31.1349 παραλυόμενον. Τοῦτο γὰρ, οἶμαι, ἀρίστης οἰκονομίας ἐστὶ, τὸ τοῖς κειμένοις κατακολουθεῖν ὅροις. Ἄλλως τε καὶ ἐκ πλειόνων μαρτυριῶν τῆς θείας Γραφῆς ἔχομεν ἂν συστῆσαι τὸν λόγον. Ἡ γὰρ θεία Γραφὴ ἐργάζεσθαι μὲν κελεύει, καὶ κινεῖσθαι τῷ σώματι, καὶ μᾶλλον ἑτέρων ὑπερείδειν ἀσθέ νειαν, ἢ τῆς παρ' ἑτέρων δεῖσθαι χειρός· κατα μαραίνειν δὲ τοῦτο καὶ παραλύειν ταῖς ἀμέτροις ἐκτή ξεσιν οὐδαμῶς. Καὶ τούτου ἀξιοπιστότατόν σοι παρέξομαι μάρτυρα τὸν ἅγιον Παῦλον, πὴ μὲν λέ γοντα· Ἀκούομέν τινας ἐν ὑμῖν ἀτάκτως περιπα τοῦντας, μηδὲν ἐργαζομένους· καὶ τὴν ἀργίαν ἀταξίαν ἀποφηνάμενον· Οὐκ ἠτακτήσαμεν γὰρ, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καὶ τὸ τούτου πλέον· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· ἑτέρωθι δὲ πάλιν· Ἵνα ἐργαζόμενοι, φησὶ, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι· καὶ πάλιν ἄλλοθι· Ἡσυ χάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τύφου παντὸς ἀπηλλάχθαι προσ ήκει τὸν ἀσκητὴν, καὶ τὴν μέσην ὄντως καὶ βασιλι κὴν ὁδὸν πορευόμενον, ἐπὶ θάτερα μηδαμῶς ἀποκλί νειν· μήτε τὴν ἄνεσιν ἀσπαζόμενον, μήτε τῇ ὑπερ βολῇ τῆς ἐγκρατείας ἀχρειοῦντα τὸ σῶμα. Εἰ μὲν γὰρ καλὸν ἦν παρεῖσθαι τῷ σώματι, καὶ κεῖσθαι νεκρὸν ἔμπνουν, τοιούτους πάντως ἂν ἡμᾶς κατ εσκεύασεν ἐξ ἀρχῆς ὁ Θεός· εἰ δὲ οὐ πεποίηκεν οὕτως, πάντως ὅ τι περ ἂν καλὸν ἔγνω, τοῦτο καὶ ἀπετέλεσεν· εἰ δὲ ὅπερ καλὸν ἦν, τοῦτο ἡμᾶς ἀπειρ γάσατο, ἁμαρτάνουσιν οἱ τὸ καλῶς ποιηθὲν, ὡς ἔν εστιν, οὐ φυλάττοντες. Ἓν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπείτω, εἰ μήπου κακία διὰ ῥᾳθυμίας ἐνεφώλευσε τῇ ψυχῇ, εἰ μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας ἀπότασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἁγια σμὸς, καὶ ὁ ἐκεῖθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς ἠμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλὰ, οὐδαμῶς καιρὸν ἕξει τὰ πάθη τοῦ σώματος κατεξαν ίστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω ἀσχολουμένης, καὶ οὐκ ἐνδιδούσης καιρὸν τῷ σώματι τῆς