9
ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ' ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ' ὑμῶν πεπληρώκατε. Καὶ εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ. Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασιλείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ ἀργὸν οὐδ' ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ 24.553 γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ' αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι· ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ' ἀντέπιπτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, κ. τ. λ. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀνθρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ' ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφαιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ' ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο. Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαίμονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμένας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ' αὐτὸν στρατιώταις τῆς τῶν οὐρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ' ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. ∆ιό φησι Σωτήρ· Εἰ δ' ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ. Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρσους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγγέλλεσθαι· δι' αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ' ἡγεμονικὰ καὶ βασιλικὰ 24.556 δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι' ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν. Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ' αὐτοῦ