1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

9

ποιμαινομένων ἔστω τὸ μέσον, ἵνα μὴ καὶ πλέον τι εἴπω· καὶ γὰρ περὶ πολλῷ μειζόνων ὁ κίνδυνος. Ὁ μὲν γὰρ πρόβατα ἀπολλὺς ἢ λύκων ἁρπασάντων ἢ λῃστῶν ἐπιστάντων ἢ λοιμοῦ τινος ἢ καὶ ἄλλου συμπτώματος ἐπιπεσόντος, τύχοι μὲν ἄν τινος καὶ συγγνώμης παρὰ τοῦ κυρίου τῆς ποίμνης· εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία. Ὁ δὲ ἀνθρώπους πιστευθείς, τὸ λογικὸν τοῦ Χριστοῦ ποίμνιον, πρῶτον μὲν οὐκ εἰς χρήματα, ἀλλ' εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν ζημίαν ὑφίσταται ὑπὲρ τῆς τῶν προβάτων ἀπωλείας.

2.3 γʹ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆσ Ἔπειτα καὶ τὸν ἀγῶνα πολλῷ μείζονα καὶ χαλεπώτερον ἔχει· οὐ γὰρ αὐτῷ πρὸς λύκους ἡ μάχη, οὐδὲ ὑπὲρ λῃστῶν δέδοικεν, οὐδὲ ἵνα λοιμὸν ἀπελάσῃ τῆς ποίμνης φροντίζει. Ἀλλὰ πρὸς τίνας ὁ πόλεμος; μετὰ τίνων ἡ πάλη; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.» Εἶδες πολεμίων πλῆθος δεινὸν καὶ φάλαγγας ἀγρίας, οὐ σιδήρῳ πεφραγμένας, ἀλλ' ἀντὶ πάσης πανοπλίας ἀρκουμένας τῇ φύσει; Βούλει καὶ ἕτερον στρατόπεδον ἰδεῖν ἀπηνὲς καὶ ὠμὸν ταύτῃ προσεδρεῦον τῇ ποίμνῃ; Καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ὄψει περιωπῆς· ὁ γὰρ περὶ ἐκείνων ἡμῖν διαλεχθείς, οὗτος καὶ τούτους ἡμῖν ὑποδείκνυσι τοὺς ἐχθρούς, ὧδέ πως λέγων· «Φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις», καὶ ἕτερα τούτων πλείονα· οὐ γὰρ πάντα κατέλεξεν, ἀλλ' ἐκ τούτων ἀφῆκεν εἰδέναι καὶ τὰ λοιπά. Καὶ ἐπὶ μὲν τοῦ ποιμένος τῶν ἀλόγων, οἱ βουλόμενοι διαφθεῖραι τὴν ποίμνην, ὅταν ἴδωσι τὸν ἐφεστῶτα φεύγοντα, τὴν πρὸς ἐκεῖνον μάχην ἀφέντες ἀρκοῦνται τῇ τῶν θρεμμάτων ἁρπαγῇ· ἐνταῦθα δέ, κἂν ἅπασαν λάβωσι τὴν ποίμνην, οὐδ' οὕτω τοῦ ποιμένος ἀφίστανται, ἀλλὰ μᾶλλον ἐφεστήκασι καὶ πλέον θρασύνονται, καὶ οὐ πρότερον παύονται ἕως ἂν ἢ καταβάλωσιν ἐκεῖνον ἢ νικηθῶσιν αὐτοί. Πρὸς δὲ τούτοις τὰ μὲν τῶν θρεμμάτων νοσήματα καθέστηκε φανερά, κἂν λιμὸς ᾖ, κἂν λοιμός, κἂν τραῦμα, κἂν ὁτιδηποτοῦν ἕτερον ᾖ τὸ λυποῦν· οὐ μικρὸν δὲ τοῦτο δύναιντ' ἂν πρὸς τὴν τῶν ἐνοχλούντων ἀπαλλαγήν. Ἔστι δὲ καὶ ἕτερον τούτου μεῖζον, τὸ ποιοῦν ταχεῖαν τῆς ἀρρωστίας ἐκείνης τὴν λύσιν. Τί δὲ τοῦτό ἐστι; Μετὰ πολλῆς τῆς ἐξουσίας καταναγκάζουσι τὰ πρόβατα οἱ ποιμένες δέχεσθαι τὴν ἰατρείαν ὅταν ἑκόντα μὴ ὑπομένῃ· καὶ γὰρ δῆσαι εὔκολον ὅταν καῦσαι δέῃ καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν ἡνίκα ἂν τοῦτο συμφέρῃ καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι μετὰ πολλῆς προσάγουσι τῆς εὐκολίας. Τὰς δὲ τῶν ἀνθρώπων ἀρρωστίας πρῶτον μὲν οὐκ ἔστιν ἀνθρώπῳ ῥᾴδιον ἰδεῖν· «οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» Πῶς οὖν τις προσαγάγοι τῆς νόσου τὸ φάρμακον ἧς τὸν τρόπον οὐκ οἶδε, πολλάκις δὲ μηδὲ εἰ τυγχάνοι νοσῶν δυνάμενος συνιδεῖν; Ἐπειδὰν δὲ καὶ καταφανὴς γένηται, τότε πλείον' αὐτῷ παρέχει τὴν δυσκολίαν· οὐ γάρ ἐστι μετὰ τοσαύτης ἐξουσίας ἅπαντας θεραπεύειν ἀνθρώπους μεθ' ὅσης τὸ πρόβατον ὁ ποιμήν. Ἔστι μὲν γὰρ καὶ ἐνταῦθα καὶ δῆσαι καὶ τροφῆς ἀπεῖρξαι καὶ καῦσαι καὶ τεμεῖν· ἀλλ' ἡ ἐξουσία τοῦ δέξασθαι τὴν ἰατρείαν οὐκ ἐν τῷ προσάγοντι τὸ φάρμακον, ἀλλ' ἐν τῷ κάμνοντι κεῖται. Τοῦτο γὰρ καὶ ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ συνειδὼς Κορινθίοις ἔλεγεν· «Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ σύνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν.» Μάλιστα μὲν γὰρ ἁπάντων χριστιανοῖς οὐκ ἐφεῖται πρὸς βίαν