10
ἐπανορθοῦν τὰ τῶν ἁμαρτανόντων πταίσματα. Ἀλλ' οἱ μὲν ἔξωθεν δικασταὶ τοὺς κακούργους ὅταν ὑπὸ τοῖς νόμοις λάβωσι πολλὴν ἐπιδείκνυνται τὴν ἐξουσίαν καὶ ἄκοντας τοῖς τρόποις κωλύουσι χρῆσθαι τοῖς αὐτῶν· ἐνταῦθα δὲ οὐ βιαζόμενον, ἀλλὰ πείθοντα δεῖ ποιεῖν ἀμείνω τὸν τοιοῦτον. Οὔτε γὰρ ἡμῖν ἐξουσία τοσαύτη παρὰ τῶν νόμων δέδοται πρὸς τὸ κωλύειν τοὺς ἁμαρτάνοντας, οὔτε, εἰ καὶ ἔδωκαν, εἴχομεν ὅπου καὶ χρησόμεθα τῇ δυνάμει, οὐ τοὺς ἀνάγκῃ τῆς κακίας, ἀλλὰ τοὺς προαιρέσει ταύτης ἀπεχομένους στεφανοῦντος τοῦ Θεοῦ. ∆ιὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν ταῖς παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς. Ἄν τε γάρ τις σκιρτήσῃ δεθείς-κύριος γάρ ἐστι τούτου-, χεῖρον εἰργάσατο τὸ δεινόν· ἄν τε τοὺς σιδήρου δίκην τέμνοντας λόγους παραπέμψηται, προσέθηκε διὰ τῆς καταφρονήσεως τραῦμα ἕτερον καὶ γέγονεν ἡ τῆς θεραπείας πρόφασις, νόσου χαλεπωτέρας ὑπόθεσις· ὁ γὰρ καταναγκάζων καὶ ἄκοντα θεραπεῦσαι δυνάμενος οὐκ ἔστι.
2.4 δʹ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κινδύνων Τί οὖν ἄν τις ποιήσειε; Καὶ γὰρ ἂν πραότερον προσενεχθῇς τῷ πολλῆς ἀποτομίας δεομένῳ καὶ μὴ δῷς βαθεῖαν τὴν πληγὴν τῷ τοιαύτης χρείαν ἔχοντι, τὸ μὲν περιέκοψας, τὸ δὲ ἀφῆκας τοῦ τραύματος· κἂν ἀφειδῶς τὴν ὀφειλομένην ἐπαγάγῃς τομήν, πολλάκις ἀπογνοὺς πρὸς τὰς ἀλγηδόνας ἐκεῖνος, ἀθρόως ἅπαντα ῥίψας καὶ τὸ φάρμακον καὶ τὸν ἐπίδεσμον, φέρων ἑαυτὸν κατεκρήμνισε, συντρίψας τὸν ζυγὸν καὶ διαρρήξας τὸν δεσμόν. Καὶ πολλοὺς ἂν ἔχοιμι λέγειν τοὺς εἰς ἔσχατα ἐξοκείλαντας κακὰ διὰ τὸ δίκην ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων ἀξίαν. Οὐ γὰρ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ καὶ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διερρωγὸς βουλόμενος χεῖρον τὸ σχίσμα ποιήσῃς καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου προσδεδεμένοι τρυφῇ, ἔτι δὲ καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἠρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμαρτάνωσιν ἐπιστρεφόμενοι, δύναιντ' ἄν, εἰ καὶ μὴ τέλεον, ἀλλ' οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν· ἂν δὲ ἀθρόον τις ἐπαγάγῃ τὴν παίδευσιν, καὶ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γὰρ ἐπειδὰν ἅπαξ ἀπερυθριᾶσαι βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει, καὶ οὔτε προσηνέσιν εἴκει λόγοις λοιπόν, οὔτε ἀπειλαῖς κάμπτεται, οὐκ εὐεργεσίαις προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης ἣν ὁ προφήτης κακίζων ἔλεγεν· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.» ∆ιὰ τοῦτο πολλῆς δεῖ τῆς συνέσεως τῷ ποιμένι καὶ μυρίων ὀφθαλμῶν πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γὰρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας, ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῷ γίνονται χείρους καὶ πρὸς τὸ μείζονα ἁμαρτάνειν προάγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλὰ πάντα διερευνησάμενον ἀκριβῶς καταλλήλως τὰ παρ' ἑαυτοῦ προσάγειν τὸν ἱερωμένον ἵνα μὴ μάταιος αὐτῷ γίνηται ἡ σπουδή. Οὐκ ἐν τούτῳ δὲ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ τὰ ἀπερρηγμένα τῆς Ἐκκλησίας μέλη συνάπτειν πολλὰ ἴδοι τις ἂν αὐτὸν ἔχοντα πράγματα. Ὁ μὲν γὰρ τῶν προβάτων ποιμὴν ἔχει τὸ ποίμνιον ἑπόμενον ᾗπερ ἂν ἡγῆται· εἰ δὲ καὶ ἐκτρέποιτό τινα τῆς εὐθείας ὁδοῦ καὶ τὴν ἀγαθὴν ἀφιέντα νομὴν λεπτόγεα καὶ ἀπόκρημνα βόσκοιτο χωρία, ἀρκεῖ βοήσαντα σφοδρότερον συνελάσαι πάλιν καὶ εἰς τὴν ποίμνην ἐπαναγαγεῖν τὸ χωρισθέν. Εἰ δὲ τῆς εὐθείας