10
τῷ σῷ σχήματι, ὡσανεὶ ἐν στρατοπέδῳ; Οὐδὲ γὰρ ἐκεῖ τὴν οἰκείαν ἀξίαν φαίνεται ἔχων διηνεκῶς ὁ βασιλεὺς, ἀλλὰ τὴν ἁλουργίδα ἀφεὶς καὶ τὸ διάδημα, στρατιώτου σχῆμα ὑπέδυ πολλάκις. Ἀλλ' ἐκεῖ μὲν, ἵνα μὴ γνώριμος γενόμενος ἐφ' ἑαυτὸν ἑλκύσῃ τοὺς πολεμίους· ἐνταῦθα δὲ τοὐναντίον, ἵνα μὴ γνώριμος γενόμενος, φυγεῖν παρασκευάσῃ τῆς πρὸς αὐτὸν συμπλοκῆς τὸν ἐχθρὸν, καὶ τοὺς οἰκείους διαταράξῃ πάντας· σῶσαι γὰρ, οὐκ ἐκπλῆξαι, ἐσπούδασε. ∆ιὰ τοῦτο καὶ εὐθέως αὐτὸν ἀπὸ ταύτης ἐκάλεσε τῆς προσηγορίας, Ἰησοῦν προσειπών. Τὸ γὰρ Ἰησοῦς τοῦτο ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ οὕτω λέγεται Ἰησοῦς· ὅ ἐστιν εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον, Σωτήρ· Σωτὴρ δὲ, ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ. γʹ. Εἶδες πῶς ἀνεπτέρωσε τὸν ἀκροατὴν, τά τε ἐν συνηθείᾳ φθεγξάμενος, καὶ δι' αὐτῶν τὰ ὑπὲρ ἐλπίδα πᾶσιν ἡμῖν ἐμφήνας; Καὶ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων τούτων πολλὴ ἡ γνῶσις παρὰ τοῖς Ἰουδαίοις ἦν. Ἐπειδὴ γὰρ παράδοξα ἦν τὰ μέλλοντα γίνεσθαι, καὶ οἱ τῶν ὀνομάτων προέδραμον τύποι· ὥστε ἄνωθεν πάντα καινοτομίας προαναιρεθῆναι θόρυβον. Καὶ γὰρ Ἰησοῦς ὁ μετὰ Μωϋσέα εἰσαγαγὼν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγεται. Εἶδες τὸν τύπον; βλέπε τὴν ἀλήθειαν· Ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὗτος εἰς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ἐκεῖνος μετὰ τὸ τελευτῆσαι Μωϋσέα, οὗτος μετὰ τὸ παύσασθαι τὸν νόμον· ἐκεῖ 57.27 νος ὡς δημαγωγὸς, οὗτος ὡς βασιλεύς. Ἀλλ' ἵνα μὴ Ἰησοῦν ἀκούσας διὰ τὴν ὁμωνυμίαν πλανηθῇς, ἐπήγαγεν· Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυΐδ. Ἐκεῖνος δὲ οὐκ ἦν τοῦ ∆αυῒδ, ἀλλ' ἑτέρας φυλῆς. Τίνος δὲ ἕνεκεν Βίβλον αὐτὴν γενέσεως καλεῖ Ἰησοῦ Χριστοῦ; καίτοιγε οὐ τοῦτο ἔχει μόνον τὴν γέννησιν, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν. Ὅτι πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτο, καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῖν τῶν ἀγαθῶν γίνεται. Ὥσπερ οὖν βιβλίον οὐρανοῦ καὶ γῆς καλεῖ Μωϋσῆς, καίτοιγε οὐ περὶ οὐρανοῦ καὶ γῆς διαλεχθεὶς μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν μέσῳ πάντων· οὕτω καὶ οὗτος ἀπὸ τοῦ κεφαλαίου τῶν κατορθωμάτων τὸ βιβλίον ἐκάλεσε. Τὸ γὰρ ἐκπλήξεως γέμον καὶ ὑπὲρ ἐλπίδα καὶ προσδοκίαν ἅπασαν, ἄνθρωπον γενέσθαι Θεόν· τούτου δὲ γενομένου, τὰ μετὰ ταῦτα ἅπαντα κατὰ λόγον καὶ ἀκολουθίαν ἕπεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Υἱοῦ Ἀβραὰμ, καὶ τότε, Υἱοῦ ∆αυΐδ; Οὐχ ὥς τινες οἴονται, κάτωθεν ἄνω βουλόμενος ἐλθεῖν· ἐπεὶ ἐποίησεν ἂν, ὅπερ καὶ ὁ Λουκᾶς· νῦν δὲ τοὐναντίον ποιεῖ. Τίνος οὖν ἕνεκεν τοῦ ∆αυῒδ ἐμνημόνευσεν; Ἐν τοῖς πάντων στόμασιν ὁ ἄνθρωπος ἦν, ἀπό τε τῆς περιφανείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ. Εἰ δὲ ἀμφοτέροις ἐπηγγείλατο ὁ Θεὸς, ἀλλ' ὅμως ἐκεῖνο μὲν, ὡς παλαιὸν, ἐσιγᾶτο· τοῦτο δὲ, ὡς πρόσφατον καὶ νέον, ὑπὸ πάντων περιεφέρετο. Αὐτοὶ γοῦν λέγουσιν· Οὐκ ἐκ τοῦ σπέρματος ∆αυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν ∆αυῒδ, ἔρχεται ὁ Χριστός. Καὶ οὐδεὶς αὐτὸν υἱὸν Ἀβραὰμ, ἀλλὰ πάντες υἱὸν ∆αυῒδ ἐκάλουν· καὶ γὰρ καὶ διὰ τὸν χρόνον, ὡς ἔφθην εἰπὼν, καὶ διὰ τὴν βασιλείαν, μᾶλλον ἐν μνήμῃ πᾶσιν οὗτος ἦν. Οὕτω γοῦν καὶ οὓς ἐτίμων βασιλέας μετ' ἐκεῖνον ἐξ ἐκείνου ἅπαντας ἐκάλουν, καὶ αὐτοὶ καὶ ὁ Θεός. Καὶ γὰρ καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι δὲ προφῆται, λέγουσιν αὐτοῖς παραγίνεσθαι ∆αυῒδ καὶ ἀνίστασθαι, οὐ περὶ ἐκείνου λέγοντες τοῦ τετελευτηκότος, ἀλλὰ τῶν ζηλούντων τὴν ἀρετὴν τὴν ἐκείνου. Καὶ τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Καὶ τῷ Σολομῶνι δὲ ἔλεγεν, ὅτι διὰ ∆αυῒδ οὐ διέῤῥηξε ζῶντος αὐτοῦ τὴν βασιλείαν. Πολλὴ γὰρ ἡ δόξα τοῦ ἀνδρὸς ἦν καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. ∆ιὰ τοῦτο εὐθέως ἐκ τοῦ γνωριμωτέρου τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τὸν πατέρα ἀνατρέχει, περιττὸν ἡγούμενος, ὅσον πρὸς Ἰουδαίους, ἀνωτέρω τὸν λόγον ἀγαγεῖν. Οὗτοι γὰρ μάλιστα ἦσαν οἱ θαυμαζόμενοι· ὁ μὲν, ὡς προφήτης καὶ βασιλεύς· ὁ δὲ, ὡς πατριάρχης καὶ προφήτης. Καὶ πόθεν δῆλον ὅτι ἐκ τοῦ ∆αυΐδ ἐστι; φησίν. Εἰ γὰρ ἐξ ἀνδρὸς οὐκ ἐγεννήθη, ἀλλ' ἀπὸ γυναικὸς μόνον, ἡ δὲ Παρθένος οὐ γενεαλογεῖται, πῶς εἰσόμεθα ὅτι τοῦ ∆αυῒδ ἔκγονος ἦν; ∆ύο γάρ ἐστι τὰ