11
ἐκεῖνο τῆς σκιᾶς μεθίστανται· ἐὰν γὰρ χωρισθῶσι τῆς σκιᾶς ἀναιροῦνται ὑπὸ τοῦ δράκοντος. Οἵα δέ ἐστιν ἡ φύσις τῆς περιστερᾶς θαυμάσαι ἄξιον· τὸν γὰρ αὐχένα, ἐν ἡλιακαῖς καταλαμφθέντα, μυρίαις χρωμάτων ἰδέαις ποικιλλόμενον δείκνυσι, φοινικῷ, κυανῷ, πυρωπῷ, ἀνθρακοειδεῖ, ὠχρῷ τε καὶ ἐρυθρῷ, καὶ ἄλλοις παντοδαποῖς χρώμασι. Φιλότεκνον ἡ κορώνη καὶ μόνανδρον· ἐκθρέψασα γὰρ τοὺς νεοττοὺς, κηδομένη αὐτῶν οὐ παύεται τρέφουσα αὐτοὺς, καὶ ἀεὶ συνιπταμένη αὐτοῖς. Ὁ δὲ νυκτικόραξ φίλον ἐστὶ τῆς νυκτὸς ἢ τῆς ἡμέρας. Φιλόστοργος ὁ ἔποψ· γηράσαντας γὰρ τοὺς γονεῖς πτερυγίζει μὲν πρῶτον, εἶτα τῇ γλώττῃ καταψύχει αὐτῶν τοὺς ὀφθαλμοὺς, ἔπειτα θάλπων αὐτοὺς ἀνανεοῖ. Ἡ δὲ χελιδὼν ἅπαξ γεννᾷ τοῦ καιροῦ, πηγνυμένη δὲ τὴν καλιὰν τὰ μὲν κάρφη φέρει τῷ στόματι, τὸν δὲ πηλὸν τῷ πτερῷ· τὸ γὰρ ἄκρον αὐτῆς βρέξασα ὕδατι, τῇ λεπτῇ κόνει ἐνειλεῖται, καὶ οὕτως τὴν χρείαν ἐπινοεῖ τοῦ πηλοῦ· καὶ κατὰ μικρὸν τὰ κάρφη οἷον κόλλῃ τινὶ συνδεσμοῦσα τῷ πηλῷ, συνίστησι τὴν καλιὰν, καὶ ἐκτρέφει τοὺς νεοσσούς. Μόνανδρος ἡ τρυγών· εἴτε γὰρ ὁ ἄῤῥην ἀποθάνῃ, εἴτε ἡ θήλεια, ἑτέρῳ οὐ συνάπτεται. Αἱ δὲ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς τοῦ καιροῦ τὸ 736 συνουσιαστικὸν ἔχουσιν. Τὰ δὲ φίλυδρα, οἶον νῆσσαι, καὶ κύκνοι, καὶ τὰ ὅμοια αὐτοῖς, τοὺς πόδας ἐσχισμένους οὐκ ἔχουσιν, ἀλλὰ πλατεῖς, ὑμενώδεις πρὸς τὸ εὐμαρῶς τοῖς ὕδασι νήχεσθαι, οἱονεὶ κώπαις τισὶ τοῖς ὑμέσι τῶν ποδῶν τὸ ὑγρὸν διωθούμενα. Ὁ δὲ κύκνος μακρότερον τῶν ποδῶν ἔχει τὸν τράχηλον, πρὸς τὸ ἐκ τοῦ βάθους ἀνασπᾷν τοὺς ἰχθύας. Τῶν δὲ ὀρνέων πολλὰ κατ' ἔτος μεταβάλλει τὴν φωνὴν καὶ τὴν χροιάν. Ὁ γὰρ κόττυφος ἐκ μέλανος ξανθὸς καθίσταται, καὶ ἐξ ᾠδικοῦ κρακτικός. Ἡ δὲ ἀηδὼν τὸ χρῶμα καὶ τὴν φωνὴν μεταβάλλει ταῖς τροπαῖς· καὶ ἔστιν ἄγρυπνον τῇ μελῳδίᾳ σχολάζουσα. Ἔνια δὲ τῶν ὀρνέων τὰς χειμερινὰς οὐ πεινῶσι τροπὰς, τῷ ἀέρι μόνῳ τρεφόμενα καὶ τῇ κατὰ τὰς χλοηφαγίας ἐνυπαρχούσῃ νοτίδι, ἀλλὰ καὶ τὰς ὑπογαστρίους κρατοῦσιν ἡδονάς. Ἔνια μὲν γὰρ ἔαρι, καὶ μετοπώρῳ κατὰ τὰς ἰσημερίας, ἔνια δὲ ἅπαξ τοῦ ἔτους ἐπιβαίνει. Αἱ δὲ θήλειαι ὄρνεις μέχρι συλλήψεως τῇ ὀχείᾳ ἔχονται, καὶ εὐθὺς τοὺς ἄῤῥενας ἀποτρέφονται. Οἱ δὲ κάνθαροι, ἐὰν ῥοδίνῳ χρισθῶσιν, εὐθὺς ἀποθνήσκουσιν. Αἱ δὲ μέλισσαι καὶ σφῆκες, ἐλαίῳ καταβρεχθεῖσαι φθείρονται, τῶν πόρων ἀποφραγέντων. Ὄξει οὖν ἀναβιοῦσι βρεχόμεναι· τρέφονται δὲ τῷ ἄερι ἀναπνοὴν οὐκ ἔχουσαι. Ἔχουσι δὲ βασιλέα αἱ μέλισσαι, καὶ κοινὴν μὲν ποιοῦνται τὴν πτῆσιν, κοινὴν δὲ τὴν οἴκησιν· καὶ οὐδεμία προχείρως ἔξεισι πρὶν ἢ τὸν βασιλέα τῆς πτήσεως κατάρξασθαι. Ἔστι δὲ αὐταῖς οὗτος ἀχειροτόνητος ἐκ φύσεως ἔχων τὴν κατὰ πάντων ἀρχὴν, μεγέθει, καὶ σχήματι, καὶ τῇ τοῦ ἤθους πραότητι διαφέρων αὐτῶν· ἔστι μὲν γὰρ κέντρον αὐτῷ, ἀλλ' οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Συνάγουσι δὲ ἐκ τῶν ἀνθῶν τὸν κηρὸν αἱ μέλισσαι, καὶ τὴν δροσοειδῶς ἐνεσπαρμένην νοτίδα τοῖς ἄνθεσιν τῷ στόματι ἐπισπασάμεναι, ταῖς κοιλότησι τῶν κηρῶν αὐτὴν ἐνιᾶσιν· ὅθεν καὶ ὑγρόν ἐστι τὴν ἀρχὴν, εἶτα τῷ χρόνῳ καταπεφθὲν, ἡδὺ γίνεται, καὶ εὔχρηστον τοῖς ἀνθρώποις. Σοφῶς δὲ καὶ τὰς ἀποθήκας φιλοτεχνοῦσι τοῦ μέλιτος· εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνουσαι, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις τοὺς σίμβλους οἰκοδομοῦσιν, ὡς τὸ μικρὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα δέσεως ἑδράζεται. Αἱ δὲ ἀκρίδες ἑνὶ συνθήματι κατὰ τὸ πλάτος τῆς χώρας στρατοπεδεύουσι. Περιιοῦσαι δὲ ὁρῶσιν ἕτερα λήϊα τῷ καρπῷ βρίθοντα, καὶ οὐκ ἐφάπτονται, ἀλλ' ἐπὶ τὸν ὡρισμένον αὐταῖς τόπον σπουδάζουσιν, ὥσπερ ἐκ θείου προστάγματος ἐπειγόμεναι. Καὶ οὐ πρότερον τοῦ καρποῦ ἅπτονται, πρὶν ἢ δοθῆναι αὐταῖς τὴν συγχώρησιν. Μετέπειτα δὲ αὐταῖς σελευκὶς ἐπαποστέλλεται, καὶ πάσας κατεσθίει αὐτὰς, ἀκόρεστον τὴν φύσιν ἔχουσα. Τὴν γλαῦκά φασι τὴν ἡμέραν ἀμαυροῦσθαι τὴν ὄψιν, τὴν δὲ νύκτα ῥώννυσθαι. Ἡνίκα δ' αἱ νυκτερίδες καθεύδουσιν,