1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

11

ἄνθρωπος ἀποπλανηθείη πίστεως, πολλῆς δεῖ τῷ ποιμένι τῆς πραγματείας, τῆς καρτερίας, τῆς ὑπομονῆς· οὐ γὰρ ἑλκύσαι πρὸς βίαν ἔστιν, οὐδὲ ἀναγκάσαι φόβῳ, πείσαντα δὲ δεῖ πάλιν πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν ὅθεν ἐξέπεσε τὴν ἀρχήν. Γενναίας οὖν δεῖ ψυχῆς ἵνα μὴ περικακῇ, ἵνα μὴ ἀπογινώσκῃ τὴν τῶν πλανωμένων σωτηρίαν, ἵνα συνεχῶς ἐκεῖνο καὶ λογίζηται καὶ λέγῃ· «Μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος.» ∆ιὰ ταῦτα τοῖς μαθηταῖς ὁ Κύριος διαλεγόμενος ἔφη· «Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος;» Ὁ μὲν γὰρ ἑαυτὸν ἀσκῶν εἰς ἑαυτὸν μόνον περιΐστησι τὴν ὠφέλειαν· τὸ δὲ τῆς ποιμαντικῆς κέρδος εἰς ἅπαντα διαβαίνει τὸν λαόν. Καὶ ὁ μὲν χρήματα διανέμων τοῖς δεομένοις ἢ καὶ ἑτέρως πως ἀδικουμένοις ἀμύνων ὤνησε μέν τι καὶ οὗτος τοὺς πλησίον, τοσούτῳ δὲ ἔλαττον τοῦ ἱερέως ὅσῳ τὸ μέσον σώματος πρὸς ψυχήν. Εἰκότως ἄρα τῆς εἰς αὐτὸν ἀγάπης τὴν περὶ τὰ ποίμνια σπουδὴν ὁ Κύριος ἔφησεν εἶναι σημεῖον.

2.5 εʹ. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν {ΒΑΣ.} Σὺ δέ, φησίν, οὐ φιλεῖς τὸν Χριστόν; {ΙΩ.} Καὶ φιλῶ καὶ φιλῶν οὐ παύσομαί ποτε· δέδοικα δὲ μὴ παροξύνω τὸν φιλούμενον ὑπ' ἐμοῦ. {ΒΑΣ.} Καὶ τί τούτου γένοιτ' ἂν αἴνιγμα, φησίν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φῇς οὐ ποιμαίνειν ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς; {ΙΩ.} Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ' ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβών, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξύνω κατ' ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεὸν ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν. {ΒΑΣ.} Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἀπέδειξας δικαίως ἀλγοῦντας ἢ διὰ τῶν ῥημάτων τούτων δι' ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν ἐσπούδασας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς οἷ τῶν κακῶν με ἤγαγες. Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας ὅτι συνεῖδες οὐκ ἀρκοῦσάν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοι βουλήν. Νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες· εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἦν, σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν ἐπεβούλευσας. Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἂν ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν· οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἔδομεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι. Τί πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; λέγε. {ΙΩ.} Ἀλλ' οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ' ἐκεῖνα πορεύσομαι ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης