1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

12

μενος, καὶ βασιλείαν οὐρανῶν κηρύσσειν διανοούμε νος, οὐκ ἐπὶ μιᾶς γωνίας κείμενος, ἐκλυόμενός τε τὸ σῶμα, τῆς παρ' ἑτέρων ἐδεῖτο διακονίας, ἀλλὰ ἄρτι μὲν ὁδοιπορῶν, καὶ πεζεύων διηνεκῶς, τοῖς μαθηταῖς ἅμα διακονούμενος, ὡς αὐτὸς ἔφησεν· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν· καὶ, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ δια κονῆσαι· ἄρτι δὲ νίπτων τοὺς πόδας τῶν μαθητῶν· αὖθις δὲ τῇ διδασκαλίᾳ προσδιατρίβων ἐπὶ μακρὸν, τόπον τε ἐκ τόπου μεταμείβων ἀόκνως, διὰ τὴν σω τηρίαν ἡμῶν διετέλει. Ἅπαξ δὲ ὑποζυγίῳ, καὶ τούτῳ μόνον ἐπὶ ὀλίγον χρησάμενος φαίνεται, οὐχ ἵνα τὸ σῶμα διαναπαύσῃ, ἀλλ' ἵνα τοῖς ἔργοις τὴν προφη τείαν σφραγίσηται. Τί δὲ οἱ ἀπόστολοι; Οὐχὶ τὸν ∆εσπότην μεμίμηνται; οὐχὶ πόνοις ὡμίλουν διηνε κῶς; Σκόπησον Παῦλον ἐργαζόμενον ἀπαύστως, ὁδοιποροῦντα συντόνως, πλέοντα, κινδυνεύοντα, χει μαζόμενον, ἐλαυνόμενον, μαστιζόμενον, λιθαζόμενον, πᾶσιν ἀρκοῦντα τοῖς πειρασμοῖς τῇ προθυμίᾳ τῆς ψυχῆς, καὶ τῷ σθένει τοῦ σώματος. Εἰ δὲ ἦν τῇ ἀμετρίᾳ παραλύων τὴν τοῦ σώματος δύναμιν, οὐκ ἂν ἐπὶ τούτοις ἐστεφανώθη. Καλὸν οὖν, τὸν τοῦ ∆εσπότου βίον καὶ τῶν τούτου μαθητῶν καὶ ἀποστό λων διά τε τῶν ψυχικῶν ἀρετῶν διά τε τῶν σωμα τικῶν ἀσκημάτων μιμούμενον, ἐνεργὸν παρέχειν τὸ σῶμα ταῖς ἀρίσταις ὑπηρετούμενον πράξεσι. Ψυχῆς μὲν γὰρ τὸ προελέσθαι τῶν καλῶν ὅσα καὶ τῇ συνερ γίᾳ τοῦ σώματος τελειοῦνται· σώματος δὲ τὸ ἐνεργεῖν ἅπερ ἡ ψυχὴ προείλετο. Ἀτονοῦντος δὲ τούτου πρὸς τὴν ἐνέργειαν, ἡμιτελὲς τὸ κατόρθωμα ἐν προαιρέσει κρυπτόμενον, καθάπερ τι βλάστημα τοῖς τῆς γῆς κόλποις ἐμμαραινόμενον, καὶ οὐ προ βαῖνον εἰς χρῆσιν τούτων, δι' οὓς καὶ ἔφυ. Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρα κτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματι κῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς, 31.1360 τοῦτο δὲ Ἠλίας, τοῦτο δὲ καὶ Ἰωάννης αὐτὸς, οἰκονομίᾳ μὲν ἀποῤῥήτῳ τὴν χρονίαν ἐν τῇ ἐρήμῳ δια τριβὴν ποιησάμενος· μετὰ δὲ τὴν πλήρωσιν τῆς οἰκονομίας, ἐπὶ τὴν κεκοσμημένην χώραν ἐλθὼν, κη ρύσσων τε καὶ βαπτίζων, ἃ τοῦ πράττειν ἐστὶ, καὶ ἐκ τῆς πρὸς τὸν Ἡρώδην παῤῥησίας τὴν ἄθλησιν τελειούμενος. Τοῦτο καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, καὶ Ἰησοῦς αὐτὸς ἐν τῷ πράττειν διατελῶν· ὡς εἶ ναι πάντοθεν δῆλον ἔκ τε τῶν νόμων τῆς φύσεως καὶ τῆς διδασκαλίας τῶν θείων Γραφῶν, ἔκ τε τῶν τοῖς ἁγίοις ἅπασι πεπραγμένων, ἔκ τε τῆς πολι τείας τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῦ κανόνος τῆς τῶν εὐσεβούντων ζωῆς, ὅτι καλὸν καὶ συμφέρον συν εστάναι μᾶλλον, ἢ παρεῖσθαι τῷ σώματι· καὶ ἐνερ γὸν τοῦτο παρέχειν ταῖς ἀγαθαῖς πράξεσιν, ἢ ἀργὸν ἑκουσίως ἀποτελεῖν.

ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι προσήκει τὸν ἀσκητὴν ἔργα ἐπιτηδεύειν τὰ πρέποντα.

Ἐργάζεσθαι μέντοι τὸν ἀσκητὴν προσήκει ἔργα τὰ πρέποντα, ὅσα καπηλείας

ἁπάσης, καὶ μακρο τέρων περισπασμῶν, καὶ αἰσχροκερδείας ἀπήλλα κται· ὅσα ὑπωροφίων μενόντων ἡμῶν, ὡς τὰ πολλὰ, ἐπιτελεῖσθαι δύναται, ἵνα καὶ τὸ ἔργον πλη ρῶται, καὶ ἡσυχία φυλάττηται. Εἰ δέ τι δέοι διὰ τὴν ἀναγκαίαν χρείαν καὶ ὕπαιθρον ἔργον ἐπιτελεῖν, οὐδὲ τοῦτο τὴν φιλοσοφίαν κωλύσει. Ὁ γὰρ ἀκρι βὴς φιλόσοφος, φροντιστήριον ἔχων τὸ σῶμα, καὶ καταγωγὴν τῆς ψυχῆς ἀσφαλῆ, κἂν ἐπ' ἀγορᾶς ὢν τύχῃ, κἂν ἐν πανηγύρει, κἂν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ