1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

13

πλήθους πολλοῦ, ἐν τῷ φυσικῷ μοναστηρίῳ καθίδρυται, ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα. ∆υνατὸν γὰρ καὶ οἴκοι καθήμενον, ἔξω περιπλανᾶσθαι τοῖς λογι σμοῖς· καὶ ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα δὲ, ὡς ἐπ' ἐρημίας εἶναι, πρὸς ἑαυτόν τε καὶ πρὸς Θεὸν μόνον ἐπιστρεφόμενον, καὶ οὐ δεχόμενον ταῖς αἰ σθήσεσι τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους προσπίπτοντας.

ΚΕΦΑΛΑΙΟΝ ς ʹ. Ὅτι οὐ χρὴ πᾶσιν ἀνθρώποις ἀφυλάκτως συνδια τρίβειν

τὸν ἀσκητήν. Θαῤῥεῖν δὲ μηδὲ πᾶσιν ἀνθρώποις ἑαυτὸν, μη δὲ ἀπογυμνοῦν, μηδὲ

ἀνακαλύπτειν ἀφυλάκτως προσήκει. Πολλοὺς γὰρ ἐφέδρους ὁ κατὰ Θεὸν πο λιτευόμενος ἔχει· καὶ αὐτοὺς πολλάκις τοὺς οἰκειο τάτους, τῆς ἑαυτοῦ ζωῆς κατασκόπους. Προσήκει τοίνυν μὴ ἀβασανίστους ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν συντυχίας. Εἰ γὰρ ὁ Σωτὴρ, ὥς φησι τὸ 31.1361 Εὐαγγέλιον, οὐκ ἐπίστευε τοῖς πᾶσιν ἑαυτὸν (Αὐ τὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς)· εἰ ἐκεῖνος, ὁ καθαρὸς, ὁ ἄμω μος, ὁ ἀνεπίληπτος, ὁ δίκαιος, ὁ τὸ πᾶν ἀρετὴ, πῶς ἡμεῖς οἱ ἁμαρτωλοὶ, οἱ εὐόλισθοι, οἱ μὴ κατὰ σκοπὸν ἀεὶ εὐοδούμενοι, τοῦτο μὲν διὰ τὴν φυ σικὴν ἀσθένειαν, τοῦτο δὲ διὰ τὸν πονηρῶς καὶ ἀνεν δότως ἡμῖν προσπαλαίοντα, ἑαυτοὺς ἐκδιδόντες πε ριέργοις ἀνθρώποις, οὐχὶ πονηρὰς ἐπισπασόμεθα διαβολὰς, καὶ ἑαυτοῖς τὰ σκάνδαλα καταπήξομεν; Πολλάκις γὰρ οἱ πονηροὶ καὶ τὰ καλῶς πραττόμενα διαβάλλειν ἐπιχειροῦσι, καὶ μὴ ἀλοιδόρητα καταλιμ πάνειν καὶ τὰ μικρότατα τῶν πταισμάτων ἀν έχονται. Χρὴ τοίνυν πεφυλαγμένας ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν ὁμιλίας. Συμβαίνει γὰρ αὐτοῖς τι καὶ ἕτερον πάθος ὑπὸ λογισμῶν ἀπειρίας ἐπὶ τῶν ἀνα χωρησάντων τοῦ βίου. Ὑπολαμβάνουσι γὰρ, οὐ τὴν γνώμην μετατεθεῖσθαι τῶν μετατιθεμένων τὴν πολιτείαν, ἀλλὰ τὴν φύσιν αὐτοῖς τὴν ἀνθρωπίνην μετεσκευάσθαι· καὶ οὐ κρίνουσι τοὺς ἀσκητὰς ὡς ἐν πάθεσι μὲν τοῖς αὐτοῖς στρεφομένους, δυνάμει δὲ ψυχῆς καὶ ἀλλοτριώσει τῇ πρὸς τὰς ἡδονὰς ἐπικρα τοῦντας αὐτῶν· ἀλλ' οἴονται, ὅτι πάντη ἐκποδὼν τὰ πάθη τῆς τοῦ σώματος αὐτῶν φύσεως γέγονεν. Ὅθεν δὴ, καὶ εἴ τι μικρὸν ὁ πνευματικὸς δια μάρτοι τοῦ καλοῦ, εὐθέως ἅπαντες, καὶ οἱ τὸ πρὶν θερμότατοι ἐπαινέται καὶ θαυμασταὶ, πικροὶ κατήγοροι γίνονται, καὶ διελέγχουσιν ἑαυτοὺς, οὐ δὲ πρότερον ἀληθεῖς τοὺς ἐπαίνους ποιούμενοι. Καθάπερ γὰρ ἀθλητοῦ τινος ὀλισθήσαντος, εὐ θὺς ὁ ἀντίπαλος κατεξανίσταται παίων καὶ προσκα ταβάλλων αὐτόν· οὕτω καὶ ἐκεῖνοι, ἐπὰν ἴδωσι τὸν ἐν ἀσκήσει ἀρετῆς διαζῶντα μικρόν τι τοῦ καλοῦ διαμαρτήσαντα, ἐπιτίθενται ταῖς λοιδορίαις καὶ ταῖς διαβολαῖς, ὥσπερ τοξεύμασι βάλλοντες· οὐ λογιζόμενοι καθ' ἑαυτοὺς, ὅτι αὐτοὶ μὲν ἐφ' ἑκάστης ἡμέρας μυρίοις τιτρώσκονται τοῖς βέλεσι τῶν παθῶν. Οἱ δέ γε τῆς εὐσεβείας ἀγωνισταὶ, καίπερ ὑπὸ τῶν ὁμοίων πολιορκούμενοι παθῶν, ἢ μικρά τινα, ἢ οὐδὲν πολλάκις ὑπὸ τούτων ἐπηρεά ζονται· καὶ ταῦτα, καὶ τὸν ἀνταγωνιστὴν σφοδρό τερον ἤπερ ἐκεῖνοι δεχόμενοι. Ἐπείπερ οὗτοι μὲν τὸν πρὸς ἐκεῖνον ἀγῶνα διωμολόγησαν, καὶ μέγα τῷ πονηρῷ τὸ κατὰ τούτων ἄρασθαι νῖκος, πάλιν δ' αὖ τὸ ἡττηθῆναι καιρίαν τὴν πληγὴν ἤνεγκεν, ὡς ὁλοσχερῶς καὶ πᾶσιν ἀρετῆς μέρεσιν ἡττηθέντι· ὁ δὲ πρὸς τοὺς τῷ βίῳ προσνείμαντας ἑαυτοὺς κατα 31.1364 πεφρόνηται πόλεμος· τὸ μὲν, ὅτι οἱ πλεῖστοι αὐ τῶν αὐτομάτως ἐπὶ τὴν ἧτταν τρέχουσι, ταῖς ποι κίλαις ἡδοναῖς καὶ ἐπιθυμίαις πρὸς τὴν ἁμαρτίαν δελεαζόμενοι, καὶ ἄπονον αὐτῷ τὴν καθ' ἑαυτῶν νίκην παρέχοντες· τὸ δὲ, ὅτι καὶ οἱ δοκοῦντες μι κρὸν πρὸς τὴν ἁμαρτίαν ἀνταίρειν, τοῖς ποικί λοις περισπασμοῖς εὐκόλως τῆς ἀγωνίας ἀφέλκον ται, καὶ τὰ νῶτα στρέψαντες, καὶ ἀνενδότως