1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

13

ΟΡΟΣ ΙΘʹ Ὅτι οὐ δεῖ ἐμποδίζειν τῷ ποιοῦντι θέλημα Θεοῦ, εἴτε κατ' ἐντολὴν Θεοῦ, εἴτε κατὰ λόγον ἀκολου θοῦντα τῇ ἐντολῇ· οὔτε μὴν ποιοῦντα ἀνέχεσθαι τῶν

κωλυόντων, κἂν γνήσιοι ὦσιν, ἀλλ' ἐπιμένειν τῇ κρίσει. Κεφάλ. Αʹ ΜΑΤΘΑΙΟΣ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν

Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφεςἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην, καὶ τὰ ἑξῆς ... Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μα θηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱερο σόλυμα, καὶ πολλὰ παθεῖν ὑπὸ τῶν πρε σβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων· καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπι τιμᾷν αὐτῷ λέγων· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώ πων. ΜΑΡΚΟΣ. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται. Οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσ φέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΑΞΕΙΣ. Ἐπι μενόντων δὲ ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην Παύ λου, καὶ δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖ ρας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκα λοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαί νειν εἰς Ἱερουσαλήμ. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόν 31.736 των, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅτι τὸν ποιοῦντα ἐντολὴν Θεοῦ μὴ ἐκ διαθέσεως ὑγιοῦς, κατά γε μὴν τὸ φαινόμενον σώζοντα τὴν ἀκρίβειαν τῆς τοῦ Κυρίου διδασκαλίας, κωλύειν μὲν οὐ χρὴ διὰ τὸ ὅσον ἐπὶ τῷ πράγματι μηδένα βλάπτεσθαι, ἐνίοτε δὲ καὶ ὠφελεῖσθαί τινας ἐξ αὐ τοῦ· παραινεῖν δὲ αὐτῷ ἀξίαν τοῦ κατορθώματος ἔχειν τὴν διάνοιαν. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς ῥύ μαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀ μὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· ὅπως ᾖ σου ἡ ἐλεημο σύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι αὐτὸς ἐν τῷ φανερῷ. Καὶ περὶ προσευχῆς ὁμοίως. ΜΑΡΚΟΣ. Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης λέγων· ∆ιδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ μεθ' ἡμῶν, καὶ ἐκω λύσαμεν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπε· Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν, ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνή σεται ταχὺ κακολογῆσαί με. Ὃς γὰρ οὐκ ἔστι καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστι. ΠΡΟΣ ΦΙΛΙΠ. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐ δοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Οἱ μὲν ἐξ ἀγά πης, εἰδότες, ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι· οἱ δὲ ἐξ ἐριθείας Χριστὸν καταγγέλλου σιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς