13
σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ' ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν ∆εσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ' οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει 24.565 τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ' ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλεγεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ' ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ' αὐτοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν. Ἐὰν δ' εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ. Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ' ἐναντίος τούτῳ ὀργῆς ∆εσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν ∆εσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα. Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ. Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ· ἡ δ' αὐτὴ καθ' ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ