1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

13

φύσις τῆς ἄρκτου, καὶ ἰδιότροπος, καὶ τὸ ἦθος ὕπουλος, καὶ βαρεῖα τῷ σώματι. Πολλάκις οὖν βαθυτάταις τρωθεῖσα πληγαῖς, ἰατρεύει ἐαυτὴν ξηροτάτῳ φλόμῳ τὰς ὠτειλὰς παραβύουσα. Παλαίουσα δὲ διαπλέκει τοὺς πόδας τεχνικῶς, καὶ ὑποσκελίζει, καὶ μεσολαβοῦσα κραταιῶς καθάπτει. Ὁ ταῦρος τοῖς κέρασι πρὸς ἄμυναν τῶν ἀντιπάλων καθώπλισται, τοῖς δὲ ποσὶν ἀθλητοῦ τρόπον κονίζεται· ὑποβλεπόμενος δὲ πυρωποῖς ὄμμασι, καὶ τὰ κέρατα ἐγκεκλικὼς, καὶ ζέων θυμῷ, ἐφορμᾷ ὅλῳ τῷ σώματι. Σῦς δὲ, ὅταν ἴδῃ κυνηγοὺς ἐν ταῖς ὕλαις λοχῶντας, διανιστάμενος, οὐ πρότερον ἐφορμᾷ πρὶν ἢ τοῖς πλησίον δένδροις παραθήξῃ τοὺς ὀδόντας. Ἔστι δὲ ζῶον ἀνθόλοψ σφόδρα δριμύτατον καὶ δυσθήρατον, ἔχον δὲ μακρὰ κέρατα ὅμοια πρίοσιν, δένδρα μετέωρα καὶ μεγάλα πρίζει· διψῆσαν δὲ ἔρχεται ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ πιὼν παίζει ταῖς ἐρεικίναις, ταῖς οὔσαις παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ, καὶ δεσμεῖται ὑπ' αὐτῶν. Λεπτόκλονοι γὰρ ὑπάρχουσαι, ἐμπλέκονται αὐτοῦ περὶ τὰ κέρατα, καὶ βοᾷ· καὶ οἱ κυνηγοὶ, αἰσθόμενοι, εὐθέως αὐτὸν συλλαμβάνουσι, καὶ ἀναιροῦσιν. Ἔστι δὲ ἐν τοῖς Σκύθαις τοῖς καλουμένοις Λώοις ζῶον καλούμενον τάρανδος, μέγεθος ἔχον βοὸς, τὴν δὲ ὄψιν τῆς τοῦ ἐλάφου παραπλήσιον. Καὶ ἔστι δυσθήρατον, τῷ πρὸς τὰ δένδρα καὶ χωρία, καὶ πρὸς πάντα οἷς ἂν ἐγγίζῃ τὴν χροιὰν μεταβάλλειν, καὶ τῇ ἐκείνων ἀφομοιοῦσθαι ἰδέᾳ, καὶ διὰ τοῦτο εἶναι πολλοῖς ἀνεπίγνωστον. Ὁμοίως δὲ καὶ ὁ χαμαιλέων εἰς οἵους ἂν ἕρπῃ λειμῶνας, καὶ ἐδάφη ξηρὰ, τὴν χροιὰν ἐκείνων μεταλαμβάνει. ∆ειλὸν ἡ ἔλαφος καὶ ὀξυδερκὲς, καὶ πρὸς τὰ ἑρπετὰ θηρία πολέμιον· καὶ εἰ διαφύγῃ αὐτὴν ὄφις, καὶ εἰς ῥαγάδα παρεισδύῃ πέτρας, ἀφικνεῖται διψήσασα εἰς τὰς πηγάς· πάνυ γάρ ἐστι πρὸς τὴν δίψαν διάπυρος, ὡς καὶ τὴν γλῶτταν ἐκβάλλειν τοῦ στόματος, 741 πρὸς τὸ ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος αὐτὴν ἀναψύχεσθαι. Ἐμπλησθεῖσα οὖν τοῦ ὕδατος, ἔρχεται ἔνθα ὁ ὄφις κρύπτεται, καὶ ἀνασπάσασα αὐτὸν ἐκ τῆς ῥαγάδος, συμπατοῦσα ἀναιρεῖ. Εἰ δὲ καὶ τῶν κεράτων αὐτῆς μικρόν τι ἢ τῶν τριχῶν ἐπ' οἰκίας κατακαῇ, εἴ που ἂν ἐμφωλεύει θηρίον, διαδιδράσκει. Ἐπειδὰν δὲ ἀποβάλῃ τὰ κέρατα, μόνασιν ζητεῖ, καὶ κρημνὸν ἀπρόσιτον καταλαμβάνει, καὶ ἄβατον ἐρημίαν μεταδιώκει, ὡς ἀποβαλοῦσα πρὸς τὰ ἄλλα θηρία τὸ ἀμυντήριον. Ἐπεὶ οὖν πρὸς τὰς ῥίζας τῶν ἀποβληθέντων κεράτων εἰσὶν ἑλκώσεις, εἰς πολύδενδρον τόπον κατασκηνοῖ, πρὸς τὸ μὴ ὑπὸ μυιῶν ἐκμυζεῖσθαι τὰ τραύματα, καὶ νυκτὸς νέμεται ἄνεσιν ἔχουσα. Ὅταν δὲ ἐκφύσῃ τὰ κέρατα, θαῤῥοῦσα πρόεισι καὶ μεσημβρίας. Βουλομένη δὲ δοκιμάσαι εἰ πεπηγότα αὐτῇ τὰ κέρατα, τρυφερὰ γὰρ ὄντα ὑπὸ τοῦ ἡλίου θραύεται καταφλεγόμεναι· δένδρεσι δὲ παραβάλλει τὴν κεφαλὴν, καὶ ἐντρίβει ἀντιτύπως, πειρωμένη γνῶναι, εἰ βεβαίως ἐρήρεισται. Πρὸς δὲ τὰ δήγματα τῶν φαλαγγίων, καρκῖνον ἐσθίουσα ἰᾶται. Ἡ δὲ αἲξ ἡ ἀγρία κατὰ τὴν Κρήτην, ἐὰν βέλει διαπαρῇ, τὸ καλούμενον δίκταμον ἐμφαγοῦσα, ῥᾳδίως τὸ τραῦμα θεραπεύεται. Αἱ δὲ παρδάλεις θηρῶνται εὐμαρῶς τὰ ζῶα. Σαφῶς γὰρ εἰδυῖαι ταῖς ἀπ' αὐτῶν ὀδμαῖς χαίροντα τὰ ἄλλα ζῶα, βαθέσιν ἄντροις ἱδροῦσι· τὰ δὲ, οἷα κνίσσης αἰσθόμενα, ῥινηλατεῖ, καὶ ἐγγίσαντα τῷ τόπῳ, εὐθέως ὑπὸ τῶν παρδάλεων κατεσθίονται. Ὁ δὲ πάνθηρ φίλον μέν ἐστι πάντων τῶν ζώων, ἐχθρὸν δὲ τοῦ δράκοντος. Ἔστι δὲ τῷ σώματι ἀστερωπὸν καὶ πάνυ ἡσύχιον. Καὶ ἕως μὲν οὐ χρήζει τροφῆς, μένει καθεῦδον ἐν τῷ φωλεῷ· τῇ δὲ τρίτῃ ἡμέρᾳ πεινάσαν ἔξεισι, καὶ μεγάλῃ φωνῇ βοᾷ, καὶ ἐκ τοῦ στόματος αὐτοῦ εὐωδία τις ἔξεισιν ἀρωματικὴ, δι' ἧς τὰ ἄλλα ζῶα θελγόμενα τὰ ἐγγὺς καὶ τὰ πόῤῥωθεν ἐγγίζουσιν αὐτῷ, καὶ ἕπονται τερπόμενα αὐτοῦ τῇ ποικιλίᾳ τοῦ σώματος. Ὁ δὲ πάνθηρ ὀλίγον τι προηγησάμενος αὐτῶν ὑποστρέφεται, καὶ ἐπιτηρεῖ, καὶ ὅ, τ' ἂν τῶν ζώων ἀρέσῃ αὐτῷ, ἐπιπηδήσας λαμβάνει. Ὁ δὲ ἐλέφας ἐγκυμονεῖ μὲν χρόνῳ, εἰς δέκα γὰρ ἕτη πέττει τὴν σπορὰν, καὶ ὅταν ὁ τόκος γέρων γένηται, τότε