1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

13

συκοφαντηθείς, περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντός σοί τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔρριψας τοὺς κινδύνους· καὶ τὸ μὲν ἔργον τοῦτο ἦν. Ἵνα δέ σε καὶ ἀπὸ τῶν ῥημάτων ἐλέγξωμεν, ἐπειδὴ γὰρ τὴν προθυμίαν ταύτην οἱ μὲν οὐκ ἀπεδέχοντο, οἱ δὲ ἐπῄνουν καὶ ἐθαύμαζον, καὶ τί πάθω; πρὸς τοὺς ἐγκαλοῦντας ἔφης· ἑτέρως γὰρ οὐκ οἶδα φιλεῖν ἀλλ' ἢ μετὰ τοῦ καὶ τὴν ψυχὴν ἐκδιδόναι τὴν ἐμαυτοῦ ἡνίκα ἄν τινα τῶν ἐπιτηδείων κινδυνεύοντα διασῶσαι δέῃ. Ῥήμασι μὲν ἑτέροις, διανοίᾳ δὲ τῇ αὐτῇ τὰ τοῦ Χριστοῦ φθεγγόμενος ἃ πρὸς τοὺς μαθητὰς ἔλεγε, τῆς τελείας ἀγάπης τοὺς ὅρους τιθείς· «Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησίν, ἢ ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Εἰ τοίνυν μείζονα ταύτης οὐκ ἔστιν εὑρεῖν, ἐπὶ τὸ τέλος αὐτῆς ἔφθασας, καὶ δι' ὧν ἔπραξας καὶ δι' ὧν εἶπας τῆς κορυφῆς ἐπέβης αὐτῆς. ∆ιὰ τοῦτό σε προὐδώκαμεν, διὰ τοῦτο τὸν δόλον ἐρράψαμεν ἐκεῖνον. Ἆρά σε πείθομεν ὅτι οὔτε ἐκ κακονοίας, οὔτε εἰς κίνδυνον ἐμβαλεῖν βουλόμενοι, ἀλλὰ χρήσιμον ἔσεσθαι εἰδότες, εἰς τὸ στάδιον εἵλκομεν τοῦτο; {ΒΑΣ.} Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν; {ΙΩ.} Μάλιστα μὲν πολὺ μέρος, ἔφην, πρὸς τοῦτο συμβάλλεσθαι δύναιτ' ἄν· εἰ δὲ βούλει καὶ τῆς φρονήσεως ἡμᾶς τῆς σῆς δείγματα ἐξενεγκεῖν, καὶ ἐπὶ ταύτην βαδιούμεθα καὶ δείξομεν συνετὸν ὄντα μᾶλλον ἢ φιλόστοργον. Ἐπὶ τούτῳ ἐρυθριάσας ἐκεῖνος καὶ φοινιχθείς· {ΒΑΣ.} Τὰ μὲν ἡμέτερα, φησί, παρείσθω νῦν· οὐδὲ γὰρ παρὰ τὴν ἀρχήν σε τὸν ὑπὲρ τούτων λόγον ἀπῄτουν. Εἰ δέ τι πρὸς τοὺς ἔξωθεν δίκαιον ἔχεις εἰπεῖν, ἡδέως ἂν τοὺς ὑπὲρ τούτων ἀκούοιμι λόγους. ∆ιὸ τὴν σκιαμαχίαν ταύτην ἀφείς, εἰπὲ τί πρὸς τοὺς λοιποὺς ἀπολογησόμεθα, καὶ τοὺς τετιμηκότας καὶ τοὺς ὑπὲρ ἐκείνων ὡς ὑβρισμένων ἀλγοῦντας.

2.7 ζʹ. Ὅτι οὐχ ὑβρίσαι βουλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν {ΙΩ.} Καὶ αὐτὸς λοιπόν, ἔφην, πρὸς τοῦτο ἐπείγομαι· ἐπειδὴ γὰρ ὁ πρός σέ μοι διήνυσται λόγος, εὐκόλως καὶ ἐπὶ τοῦτο τρέψομαι τῆς ἀπολογίας τὸ μέρος. Τίς οὖν ἡ τούτων κατηγορία καὶ τίνα τὰ ἐγκλήματα; Ὑβρίσθαι φασὶν ὑφ' ἡμῶν καὶ δεινὰ πεπονθέναι ὅτι τὴν τιμὴν ἣν τιμῆσαι ἠθέλησαν, οὐκ ἐδεξάμεθα. Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημι ὅτι οὐδένα λόγον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς ἀναγκαζώμεθα προσκρούειν Θεῷ· οὐδὲ γὰρ τοῖς ἀγανακτοῦσιν αὐτοῖς τὸ δυσχεραίνειν ἐπὶ τούτοις ἀκίνδυνον, ἀλλὰ καὶ πολλὴν ἔχει τὴν ζημίαν. ∆εῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν. Ὅτι δὲ οὐδὲ μέχρι ἐννοίας τετόλμηταί τι τοιοῦτον ἐμοί, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων καὶ πρὸς τούτοις εὐεργετῶν· Εἰ γὰρ τὸ τοὺς μηδὲν ἠδικηκότας ἀδικεῖν κολάσεως ἄξιον, τοὺς τιμῆσαι προελομένους ἀφ' ἑαυτῶν πῶς τιμᾶν χρή; -οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ' ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς-πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον τοῖς ἐναντίοις ἀμείβεσθαι; Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθά ποτε, μεθ' ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τί παρέντες συγγινώσκειν, εἴ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς; Ἐγὼ γὰρ τοσοῦτον ἀπέσχον εἰς τοὺς ἄνδρας ὑβρίσαι ἐκείνους ὅτι καὶ τετιμηκέναι αὐτοὺς φαίην ἂν τῇ παραιτήσει. Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον· ταχεῖαν γὰρ καὶ τούτου τὴν λύσιν ἐπάξομεν. Τότε μὲν γάρ, εἰ καὶ μὴ πάντες, ἀλλ' οἷς τὸ κακῶς ἀγορεύειν ἡδύ, πολλὰ ἂν