13
Ἀλλὰ τίς ἡ ἀπολογία τῶν ἐγκλημάτων; Οὐκ εἰμὶ, φησὶ, τῶν μοναχῶν, ἀλλὰ καὶ γυναῖκα ἔχω καὶ παιδία, καὶ οἰκίας ἐπιμελοῦμαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἐλυμήνατο, ὅτι ἐκείνοις μόνοις νομίζετε προσήκειν τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, πολλῷ πλέον ἐκείνων ὑμεῖς δεόμενοι. Τοῖς γὰρ ἐν μέσῳ στρεφομένοις, καὶ καθ' ἑκάστην ἡμέραν τραύματα δεχομένοις, τούτοις μάλιστα δεῖ φαρμάκων. Ὥστε τοῦ μὴ ἀναγινώσκειν πολλῷ χεῖρον τὸ καὶ περιττὸν εἶναι τὸ πρᾶγμα νομίζειν· ταῦτα γὰρ σατανικῆς μελέτης τὰ ῥήματα. ʹ. Οὐκ ἀκούετε Παύλου λέγοντος, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ταῦτα πάντα ἐγράφη; Σὺ δὲ, ἂν μὲν Εὐαγγέλιον δέξασθαι δέῃ, χερσὶν ἀνίπτοις οὐκ ἂν ἕλοιο τοῦτο ποιῆσαι· τὰ δὲ ἔνδον ἐγκείμενα οὐχ ἡγῇ σφόδρα ἀναγκαῖα εἶναι; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Εἰ γὰρ βούλει μαθεῖν ὅσον τῶν Γραφῶν τὸ κέρδος, ἐξέτασον σεαυτὸν, τίς μὲν γίνῃ ψαλ 57.31 μῶν ἀκούων, τίς δὲ σατανικῆς ᾠδῆς· καὶ πῶς διάκεισαι ἐν ἐκκλησίᾳ διατρίβων, καὶ πῶς ἐν θεάτρῳ καθήμενος· καὶ ὄψει πολὺ τὸ μέσον ταύτης κἀκείνης τῆς ψυχῆς, καίτοιγε μιᾶς οὔσης. ∆ιὰ τοῦτο Παῦλος ἔλεγε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ∆ιὰ τοῦτο συνεχῶν ἡμῖν δεῖ τῶν ἀπὸ τοῦ Πνεύματος ἐπῳδῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν ἀλόγων πλεονεκτοῦμεν, ὡς τῶν γε ἄλλων ἕνεκεν καὶ σφόδρα αὐτῶν ἐλαττούμεθα. Τοῦτό ἐστι τροφὴ ψυχῆς, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια· ὥσπερ οὖν τὸ μὴ ἀκούειν, λιμὸς καὶ φθορά. ∆ώσω γὰρ, φησὶν, αὐτοῖς, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Τί γένοιτ' ἂν οὖν ἀθλιώτερον, ὅταν ὅπερ ὁ Θεὸς ἐν τάξει κολάσεως ἀπειλῇ, τοῦτο αὐτομάτως σὺ κατὰ τῆς σαυτοῦ κεφαλῆς ἕλκῃς τὸ κακὸν, λιμόν τινα χαλεπὸν ἐπεισάγων τῇ ψυχῇ, καὶ πάντων αὐτὴν ἀσθενεστέραν ποιῶν; Ἀπὸ γὰρ λόγων καὶ φθείρεσθαι καὶ σώζεσθαι πέφυκε. Καὶ γὰρ εἰς ὀργὴν τοῦτο αὐτὴν ἐξάγει, καὶ πραΰνει τὸ αὐτὸ τοῦτο πάλιν· καὶ πρὸς ἐπιθυμίαν ἐξῆψε ῥῆμα αἰσχρὸν, καὶ εἰς σωφροσύνην ἤγαγε λόγος σεμνότητος γέμων. Εἰ δὲ λόγος ἁπλῶς τοσαύτην ἔχει τὴν ἰσχὺν, πῶς τῶν Γραφῶν καταφρονεῖς; εἰπέ μοι. Εἰ γὰρ παραίνεσις τοσαῦτα δύναται, πολλῷ μᾶλλον ὅταν μετὰ Πνεύματος ὦσιν αἱ παραινέσεις. Καὶ γὰρ πυρὸς μᾶλλον τὴν πεπωρωμένην μαλάττει ψυχὴν, καὶ πρὸς ἅπαντα ἐπιτηδείαν κατασκευάζει τὰ καλὰ, λόγος ἀπὸ τῶν θείων ἐνηχούμενος Γραφῶν. Οὕτω καὶ Κορινθίους πεφυσιωμένους λαβὼν ὁ Παῦλος καὶ φλεγμαίνοντας, κατέστειλε καὶ ἐπιεικεστέρους ἐποίησε. Καὶ γὰρ ἐφ' οἷς αἰσχύνεσθαι ἔδει καὶ ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις μέγα ἐφρόνουν. Ἀλλ' ἐπειδὴ τὴν Ἐπιστολὴν ἐδέξαντο, ἄκουσον αὐτῶν τὴν μεταβολὴν, ἣν αὐτὸς ὁ διδά 57.32 σκαλος αὐτοῖς ἐμαρτύρησεν, οὕτω λέγων· Αὐτὸ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην εἰργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, [ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν,] ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Οὕτω καὶ οἰκέτας, καὶ παῖδας, καὶ γυναῖκας, καὶ φίλους ῥυθμίζομεν, καὶ τοὺς ἐχθροὺς φίλους ποιοῦμεν. Οὕτω καὶ οἱ μεγάλοι ἄνδρες, καὶ τῷ Θεῷ φίλοι, βελτίους ἐγένοντο. Καὶ γὰρ ὁ ∆αυῒδ μετὰ τὴν ἁμαρτίαν, ἐπειδὴ λόγων ἀπήλαυσε, τότε εἰς τὴν καλλίστην ἐκείνην ἦλθε μετάνοιαν· καὶ οἱ ἀπόστολοι δὲ οὕτω γεγόνασιν ὅπερ γεγόνασι, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο. Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἀκούῃ τις, καὶ μὴ ποιῇ τὰ λεγόμενα; Οὐ μικρὸν μὲν καὶ ἀπὸ τῆς ἀκροάσεως ἔσται τὸ κέρδος. Καὶ γὰρ καταγνώσεται ἑαυτοῦ καὶ στενάξει, καὶ ἥξει ποτὲ καὶ ἐπὶ τὸ ποιεῖν τὰ λεγόμενα. Ὁ δὲ μηδ' ὅτι ἥμαρτεν εἰδὼς, πότε ἀποστήσεται τοῦ πλημμελεῖν; πότε καταγνώσεται ἑαυτοῦ; Μὴ τοίνυν καταφρονῶμεν τῆς ἀκροάσεως τῶν θείων Γραφῶν. Σατανικῆς γὰρ ταῦτα διανοίας, οὐκ ἀφιείσης τὸν θησαυρὸν ἰδεῖν, ἵνα μὴ τὸν πλοῦτον κερδάνωμεν. ∆ιὰ τοῦτο οὐδὲν εἶναί φησι τὴν ἀκρόασιν τῶν θείων νόμων, ἵνα μὴ τὴν πρᾶξιν ἀπὸ τῆς ἀκροάσεως ἴδῃ προσγενομένην ἡμῖν. Εἰδότες τοίνυν τὴν πονηρὰν ταύτην αὐτοῦ τέχνην, πάντοθεν ἑαυτοὺς ἀποτειχίζωμεν, ἵνα τοῖς ὅπλοις τούτοις φραξάμενοι, αὐτοί τε ἀνάλωτοι μένωμεν, καὶ τὴν ἐκείνου βάλωμεν κεφαλήν· καὶ οὕτω λαμπρὰ τὰ νικητήρια