1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

δεσμοῖς μου. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.

ΟΡΟΣ Κʹ. Ὅτι δεῖ τοὺς πιστεύοντας τῷ Κυρίῳ βαπτίζεσθαι εἰς τὸ ὄνομα τοῦ

Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη,

βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ πάλιν· Ἀμὴν ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύ ναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τίς ὁ λόγος ἢ ἡ δύναμις τοῦ βαπτίσματος; Τὸ ἀλ λοιωθῆναι τὸν βαπτιζόμενον κατά τε νοῦν, καὶ λόγον, καὶ πρᾶξιν, καὶ γενέσθαι ἐκεῖνο κατὰ τὴν δοθεῖσαν δύναμιν, ὅπερ ἐστὶ τὸ ἐξ οὗ ἐγεν νήθη. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς 31.737 σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύμα τος πνεῦμά ἐστι. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· ∆εῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύμα τος. ΠΡΟΣ ΡΩΜ. Τὸ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόνα μεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μη κέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθα νὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χρι στοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνερ γείας τοῦ Θεοῦ, τοῦ ἐγείροντος αὐτὸν ἐκ νε κρῶν. ΠΡΟΣ ΓΑΛ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰου δαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύ θερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΛ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.

ΟΡΟΣ ΚΑʹ. Ὅτι ἀναγκαία καὶ πρὸς αὐτὴν τὴν αἰώνιον ζωὴν ἡ μετάληψις τοῦ

σώματος καὶ αἵματος τοῦ Χριστοῦ. Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ

Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. 31.740 Ὅτι οὐδὲν ὠφελεῖται ὁ ἄνευ τῆς κατανοήσεως τοῦ λόγου, καθ' ὃν δίδοται ἡ μετάληψις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, προσερχόμενος τῇ κοινωνίᾳ· ὁ δὲ ἀναξίως μεταλαμβάνων κατα κέκριται. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυ τοῖς. Καὶ μετ' ὀλίγα· Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν