14
ἀποτίκτει· ἡνίκα δ' ἂν ἐς βόθρον κατενεχθῇ, καὶ ἄλλος ἐλέφας θεάσηται, πορευθεὶς συνάγει πολλοὺς ἐλέφαντας, καὶ ἐλθόντες τὸν πεπτωκότα ἀνασπῶσιν ἠρέμα ὑποκουφίζοντες. Ὁ δὲ δράκων ὁ κατὰ τὴν Ἰνδίαν περὶ τὰ νῶτα τοῦ ἐλέφαντος ἀνέρπει, καὶ τὴν νηδὺν πᾶσαν περιειλεῖται, καὶ ἣν ἂν τύχῃ φλέβα διελεῖν, ἀπλήστως ἐμφορεῖται τοῦ αἵματος, ἐπισπώμενος βιαίῳ πνεύματι, καὶ συντόνῳ ῥοίζῳ. Ὁ δὲ ἐλέφας σκιρτᾷ, καὶ τῇ προνομῇ τύπτει τὰ πλευρὰ, ὡς τοῦ δράκοντος καθεζόμενος· εἶτα ἐκκενουμένου τοῦ αἵματος, οὐκέτι πηδᾷν δυνάμενος, τρέμων ἵσταται, μικρὸν δὲ ὕστερον πίπτει, καὶ τῶν σκελῶν ἐξασθενησάντων· εἶτα καὶ ἀποψύχει, καὶ 744 συνεπιλαμβάνει τὸν δράκοντα· ὁ δὲ δράκων ὃν περιέθετο δεσμὸν λῦσαι μὴ δυνάμενος, καὶ τῷ βάρει τοῦ ἐλέφαντος πιεζόμενος, πνιγεὶς τελευτᾷ. Θερμὸς ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεος. Νωθὸς ὁ ὄνος, καὶ ὀξυήκοος, καὶ μνήμων. Μνησίκακον κάμηλος. Ἀνήμερον λύκος. Εὐσταθὴς ὁ βοῦς. Εὐχάριστος ὁ κύων, καὶ φιλοδεσπότης· πολλάκις γὰρ καθ' ὁδὸν φονευομένοις αὐτοῖς ἐπαπέθανεν· ἕτεροι δὲ καὶ τοὺς φονεῖς κατεμήνυσαν, καὶ τὴν ἔνδικον πείσασθαι αὐτοὺς τιμωρίαν προεξένησαν. Τὴν δὲ ὕαιναν ὑπετόπησάν τινες ὑπονοήσαντες ἀμείβειν κατ' ἔτος τὴν θηλυκὴν φύσιν ἐπὶ τὸ ἄῤῥεν, ἢ τὴν ἄῤῥενα ἐπὶ τὸ θῆλυ. Ἔχει δὲ οὐχ οὕτως· τὸ γὰρ ζῶον, ἀσελγέστατον πάνυ ὑπάρχον, πρὸ τοῦ πόρου ὑπὸ τὴν κέρκον ἐξοχὴν κέκτηται, αἰδοίῳ θηλυκῷ παραπλήσιον, ὅπερ οὐκ ἔχει πόρον, ἢ μόνον κοιλότητα, εἰς οὐδὲν μήτρας χρειῶδες καθεστηκυῖαν, καὶ κενὴν μόνην λαγνείαν δέχεται. ∆ιὰ γοῦν τὸν ὑπερβάλλοντα πασχητιασμὸν τοῦτο ὁ ἄῤῥην καὶ ἡ θήλεια ἔχουσι τὸ ἰδίωμα· ὅταν γὰρ οἱ πόροι πεπληρωμένοι ἀσχολοῦνται περὶ τὴν κύησιν, ἐν ἀλλήλοις τὴν παρὰ φύσιν μίξιν ἐργάζονται. Ὅθεν σπανιώτατόν ἐστιν εὑρεῖν θήλειαν ὕαιναν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζώῳ γίγνονται. Ὁ δὲ λαγωὸς πρὸς συνουσίαν ἐστὶν ἀκρατέστερος. Ἡ δὲ θήλεια κατὰ μῆνα τίκτει, καὶ τεκοῦσα πάλιν ὑπὸ τοῦ τυχόντος λαγωοῦ ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη· οὐ γὰρ ἀρκεῖται ἑνί. Τὸν δὲ γρῦπα φασὶν εἶναι ζῶον παμμεγεθέστατον ὡς ἀρουραίαν σκιὰν ἐκτελεῖν· ἁρπάζει δὲ λέοντα οὕτως εὐχερῶς, ὡς ἀετὸς παρ' ἡμῖν λαγωόν. Ἔστι ζῶον χαραδριὸς ὁ παρὰ Μωϋσῇ μνημονευόμενος, λευκότατος, δι' ὅλον τὸ σῶμα μὴ ἔχων σπῖλον ἄλλης χρόας· καὶ τούτου τὰς ἐκρύσεις τοὺς ἀμβλυωποῦντας ἰᾶσθαί φασι. Καταμένειν δὲ αὐτὸν ἐν ταῖς αὐλαῖς ταῖς βασιλικαῖς ἱστοροῦσι, προφήτην ζωῆς καὶ θανάτου τοῖς κάμνουσι τῶν ἀνθρώπων γιγνόμενον. Ὅταν γὰρ, φασὶν, ἀῤῥωστία τις περιπέσῃ, ἄγουσιν ἐνώπιον αὐτοῦ τὸν χαραδριὸν, καὶ εἰ προσχῇ τῷ νοσοῦντι, καὶ ὁ νοσῶν αὐτῷ, καταπίνει τὴν νόσον ὁ χαραδριὸς αὐτοῦ, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, κἀκεῖ τὴν νόσον τοῦ ἀνθρώπου διασκεδάζει· εἰ δὲ μὴ προσχῇ, γινώσκουσιν, ὅτι τελευτήσει ὁ κάμνων. Ὁ δὲ μονόκερως ζῶόν ἐστι μικρὸν, ὅμοιον ἐρίφῳ, δριμύτατον σφόδρα. Ἓν δὲ κέρας μόνον ἐπὶ τῆς κορυφῆς ἔχει τῆς κεφαλῆς, καὶ θηρᾶται τοιώσδε· Παρθένον ἁγνὴν ῥίπτουσιν αὐτοῦ ἐπίπροσθεν· ὁ δὲ εἰς τοὺς κόλπους αὐτῆς ἐφάλλεται· ἡ δὲ περιθάλπουσα αὐτὸν εἰς τοὺς οἴκους τῶν βασιλέων ἀποκομίζει. Ἔστι ζῶον καλούμενον καστόριον, ἤπιον πάνυ καὶ ἡσύχιον· χρησιμεύει δὲ τὰ αἰδοῖα αὐτοῦ πρὸς ἴασιν. ∆ιωκόμενον οὖν ἐπὶ τοῦτο ὑπὸ τῶν θηρευτῶν, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα, καὶ ἐφίστησι τοὺς διώκοντας. Ἐπιδιωκόντων δὲ ἄλλων, ἀποκεκομμένον ἑαυτὸν δείκνυσι, καὶ ἐκκόπτει τοῦ δρόμου τοὺς θηρευτάς. 745 Ὁ δὲ μυρμηκολέων πατέρα ἔχει πρόσωπον λέοντος ἔχοντα, τὴν δὲ μητέρα μύρμηκος. Καὶ ὁ μὲν πατὴρ σαρκοφάγος ἐστὶν, ἡ δὲ μήτηρ ὀσπριοφάγος, καὶ γεννῶσι διφυῆ τὸν μυρμηκολέοντα, τὸ μὲν πρόσωπον ἔχοντα λέοντος, τὸ δὲ μέρος τὸ ὄπισθεν μύρμηκος· καὶ μὴ δυνάμενος μήτε κρέα μήτε ὄσπρια ἐσθίειν, ἀποθνήσκει. Ὁ δὲ ὄναγρος ἀγελάρχης ἐστὶ, καὶ τῶν γενομένων ἀῤῥένων θλᾷ τὰ αἰδοῖα, καὶ οὐ σπερματίζουσιν. Ὁ