14
ἀναδησάμενοι, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.31 ΟΜΙΛΙΑ Γʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.
αʹ. Ἰδοὺ τρίτη διάλεξις, καὶ τὰ ἐν προοιμίοις οὐδέπω διελυσάμεθα. Οὐκ ἄρα
μάτην ἔλεγον, ὅτι πολὺ τὸ βάθος ἔχει τῶν νοημάτων τούτων ἡ φύσις. Φέρε δὴ τὰ λειπόμενα σήμερον εἴπωμεν. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον νῦν; Τίνος ἕνεκεν ὁ Ἰωσὴφ γενεαλογεῖται, οὐδὲν πρὸς τὴν γέννησιν συντελῶν. Καὶ μίαν μὲν αἰτίαν εἰρήκαμεν ἤδη· ἀναγκαῖον δὲ καὶ τὴν ἑτέραν εἰπεῖν, τὴν μυστικωτέραν καὶ ἀποῤῥητοτέραν ἐκείνης. Τίς οὖν ἐστιν αὕτη; Οὐκ ἐβούλετο τοῖς Ἰουδαίοις εἶναι δῆλον παρὰ τὸν τῶν ὠδίνων καιρὸν, ὅτι ἐκ Παρθένου γεγέννηται ὁ Χριστός. Ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὸ παράδοξον τοῦ λεγομένου. Οὐ γὰρ ἐμὸς ὁ λόγος, ἀλλὰ Πατέρων ἡμετέρων, θαυμαστῶν καὶ ἐπισήμων ἀνδρῶν. Εἰ γὰρ πολλὰ συνεσκίασεν ἐξ ἀρχῆς, Υἱὸν ἀνθρώπου καλῶν ἑαυτὸν, καὶ οὐδὲ τὴν πρὸς τὸν Πατέρα ἰσότητα πανταχοῦ σαφῶς ἡμῖν ἐξεκάλυψε· τί θαυμάζεις, εἰ καὶ τοῦτο συνεσκίασε τέως, 57.32 θαυμαστόν τι καὶ μέγα οἰκονομῶν; Καὶ ποῖον θαυμαστόν; φησί. Τὸ διασωθῆναι τὴν Παρθένον, καὶ ὑποψίας ἀπαλλαγῆναι πονηρᾶς. Εἰ γὰρ τοῦτο ἐξ ἀρχῆς τοῖς Ἰουδαίοις γέγονε κατάδηλον, κἂν κατέλευσαν τὴν Παρθένον κακουργοῦντες τῷ λεγομένῳ, καὶ μοιχείας αὐτὴν ἔκριναν ἄν. Εἰ γὰρ ὑπὲρ τῶν ἄλλων, ὧν πολλάκις καὶ ὑποδείγματα εἶχον ἐν τῇ Παλαιᾷ, φανερῶς ἠναισχύντουν (καὶ γὰρ ἐπειδὴ δαίμονας ἐξέβαλε, δαιμονῶντα ἐκάλουν, καὶ ἐπειδὴ ἐν Σαββάτῳ ἐθεράπευσεν, ἀντίθεον εἶναι ἐνόμιζον, καίτοιγε πολλάκις καὶ πρότερον ἐλύθη τὸ Σάββατον), τί οὐκ ἂν εἶπον τούτου λεχθέντος; Καὶ γὰρ εἶχον πάντα τὸν πρὸ τούτου συναγωνιζόμενον αὐτοῖς καιρὸν, οὐδέποτέ τι τοιοῦτον ἐνεγκόντα. Εἰ γὰρ μετὰ τοσαῦτα σημεῖα ἔτι αὐτὸν τοῦ Ἰωσὴφ ἐκάλουν υἱὸν, πῶς ἂν πρὸ τῶν σημείων ἐπίστευσαν, ὅτι ἐκ Παρθένου ἦν; ∆ιὰ δὴ τοῦτο καὶ γενεαλογεῖται, καὶ μνηστεύεται τὴν Παρθένον. Ὅπου γὰρ ὁ Ἰωσὴφ, καὶ δίκαιος ὢν καὶ θαυμαστὸς ἀνὴρ, πολλῶν ἐδεήθη ὥστε δέξασθαι τὸ γε 57.33 γενημένον, καὶ ἀγγέλου, καὶ τῆς δι' ὀνειράτων ὄψεως, καὶ τῆς ἀπὸ τῶν προφητῶν μαρτυρίας, πῶς ἂν οἱ Ἰουδαῖοι, καὶ σκαιοὶ ὄντες καὶ διεφθαρμένοι, καὶ πολεμίως οὕτω πρὸς αὐτὸν ἔχοντες, ταύτην ἂν παρεδέξαντο τὴν ὑπόνοιαν; Σφόδρα γὰρ αὐτοὺς ἔμελλε θορυβεῖν τὸ ξένον καὶ καινὸν, καὶ τὸ μηδέποτέ τι τοιοῦτον μηδὲ ἀκοῇ παραδέξασθαι ἐπὶ τῶν προγόνων συμβεβηκός. Ὁ μὲν γὰρ ἅπαξ πεισθεὶς, ὅτι τοῦ Θεοῦ Υἱός ἐστιν, οὐδὲ περὶ τούτου λοιπὸν ἀμφισβητεῖν εἶχεν· ὁ δὲ καὶ πλάνον καὶ ἀντίθεον αὐτὸν εἶναι νομίζων, πῶς οὐκ ἂν ἀπὸ τούτου καὶ ἐσκανδαλίσθη μειζόνως, καὶ πρὸς ἐκείνην ὡδηγήθη τὴν ὑπόνοιαν; ∆ιὰ τοῦτο οὐδὲ οἱ ἀπόστολοι παρὰ τὴν ἀρχὴν εὐθέως τοῦτο λέγουσιν· ἀλλ' ὑπὲρ μὲν τῆς ἀναστάσεως πολλὰ διαλέγονται καὶ πολλάκις, ἐπειδὴ ταύτης ὑποδείγματα ἦν ἐν τοῖς ἔμπροσθεν χρόνοις, εἰ καὶ μὴ τοιαῦτα· ὅτι δὲ ἐκ Παρθένου γέγονεν, οὐ συνεχῶς λέγουσιν· ἀλλ' οὐδὲ αὐτὴ ἡ μήτηρ ἐξενεγκεῖν τοῦτο ἐτόλμησεν. Ὅρα γοῦν καὶ πρὸς αὐτὸν τί φησιν ἡ Παρθένος· Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Εἰ γὰρ τοῦτο ὑπωπτεύθη, οὐδ' ἂν τοῦ ∆αυῒδ λοιπὸν ἐνομίσθη εἶναι υἱός· τούτου δὲ μὴ νομισθέντος, πολλὰ ἂν ἐτέχθη καὶ ἕτερα κακά. ∆ιὰ τοῦτο οὐδὲ οἱ ἄγγελοι ταῦτα λέγουσιν, ἀλλὰ τῇ Μαρίᾳ μόνῃ καὶ τῷ Ἰωσήφ· τοῖς δὲ ποιμέσιν εὐαγγελιζόμενοι τὸ γεγενημένον, οὐκέτι τοῦτο προσέθηκαν. Τίνος δὲ ἕνεκεν μνησθεὶς τοῦ Ἀβραὰμ, καὶ εἰπὼν Ἐγέννησε τὸν Ἰσαὰκ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβκαὶ οὐ μνημονεύσας τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτε εἰς τὸν Ἰακὼβ