15
θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐ δέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦτο τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πί νων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Ποίῳ λόγῳ δεῖ ἐσθίειν τὸ σῶμα, καὶ πίνειν τὸ αἷμα τοῦ Κυρίου, εἰς ἀνάμνησιν τῆς τοῦ Κυρίου μέχρι θανάτου ὑπακοῆς, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ ∆ιαθήκη ἐστὶν ἐν τῷ αἵ ματί μου, τῷ ὑπὲρ ὑμῶν ἐκχυνομένῳ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗπαρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ ∆ιαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πί νητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπ 31.741 έθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι, εἰς τὸ γενέσθαι τοὺς πολλοὺς ἓν σῶμα ἐν Χριστῷ ... ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ ἄρτος ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Ὅτι δεῖ τὸν μεταλαμβάνοντα τῶν ἁγίων ὑμνεῖν τὸν Κύριον Κεφάλ. ∆ʹ. ΜΑΤΘΑΙΟΣ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ τὰ ἑξῆς. Οἷς ἐπι φέρει· Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
ΟΡΟΣ ΚΒ. Ὅτι ἡ ἐργασία τῆς ἁμαρτίας ἀπαλλοτριοῖ τοῦ Κυ ρίου, καὶ
προσοικειοῖ τῷ διαβόλῳ. Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν,
δοῦλός ἐστι τῆς ἁμαρ τίας. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Ὅτι ἡ πρὸς τὸν Κύριον οἰκειότης οὐκ ἐν τῇ κατὰ σάρκα συγγενείᾳ γνωρίζεται, ἀλλ' ἐν τῇ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ κατορθοῦται. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει. ΛΟΥΚΑΣ. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀπο κριθεὶς εἶπεν αὐτοῖς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούον τες καὶ ποιοῦντες. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. ΠΡΟΣ ΡΩΜ. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.
ΟΡΟΣ ΚΓʹ. Ὅτι ὁ ἄκων ἑλκόμενος ὑπὸ ἁμαρτίας ὀφείλει γνωρίζειν ἑαυτὸν
ὑφ' ἑτέρας προενυπαρχούσης κρα τούμενον ἁμαρτίας, ᾗ ἑκὼν δουλεύων, ἄγεται λοιπὸν ὑπ' αὐτῇ καὶ ἐφ' ἃ μὴ θέλει.