1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

15

παραπαίοντας αἰτιᾶσθαι, τοὺς δὲ ἐπὶ τῶν ἄγαν ὑπερεχόντων τοῦτο ποιοῦντας τῶν μὲν τῆς παραπληξίας ἐγκλημάτων ἐξαιρεῖν, ταῖς δὲ τῆς ὑπερηφανίας ὑποβάλλειν αἰτίαις; Ὥσπερ ἂν εἴ τις τὸν ἀγέλης βοῶν καταφρονοῦντα καὶ μὴ βουλόμενον εἶναι βουκόλον, εἰς ὑπερηφανίαν μὲν οὐδαμῶς, εἰς δὲ φρενῶν ἔκστασιν αἰτιώμενος, τὸν ἁπάσης τῆς οἰκουμένης τὴν βασιλείαν καὶ τὸ γενέσθαι κύριον τῶν ἁπανταχοῦ στρατοπέδων μὴ δεχόμενον ἀντὶ τοῦ μαίνεσθαι τετυφῶσθαι φαίη. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδὲ ἡμᾶς μᾶλλον ἢ ἑαυτοὺς οἱ ταῦτα λέγοντες διαβάλλουσι· τὸ γὰρ ἐννοῆσαι μόνον ὅτι δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς ἀξίας ὑπερφρονῆσαι ἐκείνης, δεῖγμα κατὰ τῶν ἐκφερόντων ἐστὶν ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης· εἰ γὰρ μὴ τῶν τυχόντων αὐτὸ καὶ ὧν οὐ πολὺς ὁ λόγος ἐνόμιζον εἶναι, οὐδ' ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς. ∆ιὰ τί γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι' ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν; Μεγάλα γάρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναιτ' ἂν ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης, ὥστε αὐτοὺς μᾶλλον δικαίως ἄν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας· οὐ γὰρ ἄν ποτε περὶ ἑτέρων τοῦτο ὑπέλαβον, εἰ μὴ πρότερον αὐτοὶ τοῦ πράγματος, ὡς οὐδενὸς ὄντος, κατέγνωσαν.

3.2 βʹ. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν Εἰ δὲ πρὸς δόξαν ὁρῶντας τοῦτο πεποιηκέναι φασί, περιπίπτοντες ἑαυτοῖς ἐλεγχθήσονται καὶ μαχόμενοι φανερῶς· οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.

3.3 γʹ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν Εἰ γὰρ οὗτός μέ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν ἢ φυγεῖν. ∆ιά τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν· τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δέ, πλὴν ὀλίγων, τὸ πλέον τῆς Ἐκκλησίας μέρος οὐδὲ ἐξ ὀνόματος ἡμᾶς ἴσασιν, ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερόν, ἀλλ' ὀλίγοις τισὶν οὓς οὐδ' αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας· εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ' ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι ἢ παρεώσασθαι μετὰ τὴν αἵρεσιν ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν. {ΒΑΣ.} Ἀλλ' οἱ τἀληθὲς εἰδότες θαυμάσονται. {ΙΩ.} Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἐστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; ἀλλ' οὐκ ἴσασι τὸ σαφές. Ἀλλ' ἐκ τῶν ὀλίγων; ἀλλὰ κἀνταῦθα ἡμῖν εἰς τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται· οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ' ἵνα μάθῃς τί πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τί τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν; Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον καὶ τοῦτο εἴσῃ σαφῶς· καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον- εἴπερ τίς ἐστιν ἀνθρώπων, οὐ γὰρ ἔγωγε πείθομαι-, ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι κίνδυνος ἐπικείσεται οὐ μικρός.

3.4 δʹ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστέρα Ἡ γὰρ ἱερωσύνη τελεῖται μὲν ἐπὶ τῆς γῆς, τάξιν δὲ ἐπουρανίων ἔχει πραγμάτων. Καὶ μάλα γε εἰκότως· οὐ γὰρ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ