15
ἦλθε, καὶ τοῦ Ἰούδα καὶ τῶν ἀδελφῶν τῶν τούτου μέμνηται; βʹ. Τινὲς μὲν οὖν φασι, διὰ τὸ δύστροπον τοῦ Ἡσαῦ καὶ τῶν ἄλλων τῶν προτέρων· ἐγὼ δὲ οὐκ ἂν τοῦτο φαίην. Εἰ γὰρ τοῦτο ἦν, πῶς μικρὸν ὕστερον τοιούτων μέμνηται γυναικῶν; Ἀπὸ γὰρ τῶν ἐναντίων ἐνταῦθα ἡ δόξα αὐτοῦ φαίνεται· οὐκ ἀπὸ τοῦ μεγάλους ἔχειν προγόνους, ἀλλ' ἀπὸ τοῦ μικροὺς καὶ εὐτελεῖς. Τῷ γὰρ ὑψηλῷ δόξα πολλὴ, τὸ δυνηθῆναι ταπεινωθῆναι σφοδρῶς. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνημόνευσεν; Ἐπειδὴ κοινὸν οὐδὲν εἶχον πρὸς τὸ τῶν Ἰσραηλιτῶν γένος Σαρακηνοὶ καὶ Ἰσμαηλῖται καὶ Ἄραβες, καὶ ὅσοι γεγόνασιν ἐκ τῶν προγόνων ἐκείνων. ∆ιὰ δὴ τοῦτο ἐκείνους μὲν ἐσίγησεν, ἐπείγεται δὲ πρὸς τοὺς αὐτοῦ προγόνους, καὶ τοῦ δήμου τοῦ Ἰουδαϊκοῦ. ∆ιό φησιν· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐνταῦθα γὰρ τὸ τῶν Ἰουδαίων λοιπὸν χαρακτηρίζεται γένος. Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ. Τί ποιεῖς, ἄνθρωπε, ἱστορίας ἡμᾶς ἀναμιμνήσκων παράνομον μίξιν ἐχούσης; Καὶ τί τοῦτο; φησίν. Εἰ μὲν γὰρ ἀνθρώπου κατελέγομεν γένος ψιλοῦ, εἰκότως ἄν τις ταῦτα ἐσίγησεν· εἰ δὲ Θεοῦ σαρκωθέντος, οὐ μόνον οὐ σιγᾷν, ἀλλὰ καὶ ἐκπομπεύειν αὐτὰ χρὴ, δεικνύντας αὐτοῦ τὴν κηδεμονίαν καὶ τὴν δύναμιν. ∆ιὰ γὰρ τοῦτο ἦλθεν, οὐχ ἵνα φύγῃ τὰ ὀνείδη τὰ ἡμέτερα, ἀλλ' ἵνα αὐτὰ ἀνέλῃ. Ὥσπερ οὖν 57.34 οὐκ ἐπειδὴ ἀπέθανεν, ἀλλ' ἐπειδὴ καὶ ἐσταυρώθη, μᾶλλον θαυμάζεται (καίτοι ἐπονείδιστον τὸ πρᾶγμα, ἀλλ' ὅσῳ ἐπονείδιστον, τοσούτῳ φιλάνθρωπον αὐτὸν δείκνυσιν)· οὕτω καὶ ἐπὶ τῆς γεννήσεως ἔστιν εἰπεῖν· οὐκ ἐπειδὴ σάρκα ἀνέλαβε, καὶ ἄνθρωπος ἐγένετο, θαυμάζειν αὐτὸν δίκαιον μόνον, ἀλλ' ὅτι καὶ τοιούτους συγγενεῖς κατηξίωσεν ἔχειν, οὐδαμοῦ τὰ ἡμέτερα ἐπαισχυνόμενος κακά. Καὶ τοῦτο ἐξ αὐτῶν τῆς γεννήσεως ἐκήρυττε τῶν προοιμίων, ὅτι οὐδὲν ἐπαισχύνεται τῶν ἡμετέρων, παιδεύων καὶ ἡμᾶς διὰ τούτων, μηδέποτε ἐγκαλύπτεσθαι ἐπὶ τῇ τῶν προγόνων κακίᾳ, ἀλλ' ἓν μόνον ἐπιζητεῖν, τὴν ἀρετήν. Ὁ γὰρ τοιοῦτος, κἂν ἀλλόφυλον ἔχῃ πρόγονον, κἂν πεπορνευμένην, κἂν ὁτιοῦν ἕτερον οὖσαν, οὐδὲν παραβλαβῆναι δυνήσεται. Εἰ γὰρ αὐτὸν τὸν πόρνον μεταβληθέντα οὐδὲν ὁ πρότερος αἰσχύνει βίος, πολλῷ μᾶλλον τὸν ἐκ πόρνης καὶ μοιχαλίδος ἐνάρετον ὄντα οὐδὲν ἡ τῶν προγόνων κακία καταισχῦναι δυνήσεται. Οὐχ ἡμᾶς δὲ μόνον ταῦτα παιδεύων ἐποίει, ἀλλὰ καὶ Ἰουδαίων καταστέλλων τὸ φύσημα. Ἐπειδὴ γὰρ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντες ἐκεῖνοι, τὸν Ἀβραὰμ ἄνω καὶ κάτω παρέφερον, νομίζοντες ἔχειν ἀπολογίαν τὴν τῶν προγόνων ἀρετήν· δείκνυσιν ἐξ αὐτῶν τῶν προοιμίων, ὅτι οὐκ ἐπὶ τούτοις αὐχεῖν δεῖ, ἀλλ' ἐπὶ τοῖς οἰκείοις κατορθώμασι. Μετὰ τοῦτο καὶ ἕτερον κατασκευάζει, τὸ δεῖξαι πάντας ὑπευθύνους ἁμαρτήμασιν ὄντας, καὶ τοὺς προγόνους αὐτούς. Ὁ γοῦν πατριάρχης αὐτῶν καὶ ὁμώνυμος οὐ μικρὸν φαίνεται ἡμαρτηκώς· καὶ γὰρ ἐφέστηκεν ἡ Θάμαρ κατηγοροῦσα αὐτοῦ τὴν πορνείαν· καὶ ὁ ∆αυῒδ δὲ ἀπὸ τῆς πορνευθείσης γυναικὸς τὸν Σολομῶνα ἐκτήσατο. Εἰ δὲ ὑπὸ τῶν μεγάλων ὁ νόμος οὐκ ἐπληρώθη, πολλῷ μᾶλλον ὑπὸ τῶν ἐλαττόνων· εἰ δὲ οὐκ ἐπληρώθη, πάντες ἥμαρτον, καὶ ἀναγκαία γέγονεν ἡ τοῦ Χριστοῦ παρουσία. ∆ιὰ τοῦτο καὶ τῶν δώδεκα πατριαρχῶν ἐμνημόνευσε, κἀντεῦθεν πάλιν τὸ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ φύσημα κατασπῶν. Καὶ γὰρ πολλοὶ τούτων ἀπὸ δουλίδων ἦσαν τεχθέντες γυναικῶν· ἀλλ' ὅμως ἡ τῶν γονέων διαφορὰ διαφορὰν τοῖς τεχθεῖσιν οὐκ ἐποίησε. Πάντες γὰρ ὁμοίως ἦσαν καὶ πατριάρχαι καὶ φύλαρχοι. Τοῦτο γὰρ τῆς Ἐκκλησίας ἐστὶ τὸ προτέρημα· αὕτη τῆς παρ' ἡμῖν εὐγενείας ἡ προεδρία, ἄνωθεν τὸν τύπον λαμβάνουσα. Ὥστε κἂν δοῦλος ᾖς, κἂν ἐλεύθερος, οὐδέν σοι πλέον, οὐδὲ ἔλαττον ἐντεῦθεν γίνεται, ἀλλ' ἕν ἐστι τὸ ζητούμενον, ἡ γνώμη καὶ ὁ τῆς ψυχῆς τρόπος. γʹ. Ἔστι δέ τι μετὰ τῶν εἰρημένων καὶ ἕτερον, δι' ὃ καὶ τῆς ἱστορίας ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς προσέῤῥιπται τῷ Φαρὲς ὁ Ζαρά. Καὶ γὰρ παρέλκον ἦν καὶ περισσὸν, τοῦ Φαρὲς μεμνημένον, ἀφ' οὗ τὸν Χριστὸν ἔμελλε γενεαλογεῖν,