1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

16

προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προ βάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν λίχνον καὶ κακοήθη καὶ ὕπουλον ἀλώπεκα κρύ πτουσι, πολλοὺς δὲ καὶ παρατρέπειν ἐπὶ τὴν ἴσην κακίαν σπουδάζουσιν· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμοιροῦντες, καὶ τῷ καλῶς καὶ κακῶς ἄγοντι ῥᾳδίως προστίθενται, τοῦτο καλὸν νομίσαντες, ὅπερ ἄν τις ἢ ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεται. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάζουσι βάραθρον, τὴν διαστροφὴν αὐτῶν οἰκείαν ἀπολογίαν εἶναι νομί ζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλη μάτων ἐλάττωσιν. Τούτους οὖν ἐκ παντὸς τρόπου προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ' ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάν τοθεν εἰργόμενοι, ὀψὲ γοῦν πρὸς τὸ καλὸν ἐπιστρέ ψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νουθεσίαν εἰς τὴν τῆς κακίας ἀπαλλαγήν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι κλήρου ἢ προστασίας ἀδελφῶν οὐδαμῶς ἐφίεσθαι

προσήκει τὸν ἀσκητήν. Κλήρου μέντοι, ἢ προστασίας ἀδελφῶν ἐφίεσθαι τὸν ἀσκητὴν οὐδαμῶς

προσήκει. ∆ιαβολικὸν γὰρ τὸ νόσημα, καὶ φιλαρχίας τὸ ἔγκλημα· ὅπερ τῆς ἀνω τάτω τοῦ διαβόλου πονηρίας τὸ γνώρισμα. Κἀκεῖ νος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ τῆς ὑπερηφα 31.1372 νίας κατενήνεκται πτῶμα· καὶ ὁ τούτῳ τῷ πάθει κρατούμενος τὰ ἴσα ἐκείνῳ νοσεῖ. Ἔπειτα δὲ καὶ βασκάνους, καὶ φιλονείκους, καὶ κατηγόρους, καὶ ἀναισχύντους, καὶ διαβόλους, καὶ κόλακας, καὶ κατα σκευαστὰς, καὶ παρὰ τὸ προσῆκον ταπεινοὺς, καὶ δουλοπρεπεῖς, καὶ ἀλαζόνας, καὶ μυρίας ταραχῆς γέμοντας, τοῦτο τὸ πάθος τοὺς ἑαλωκότας ἐργά ζεται. Ὁ γὰρ τοιοῦτος βασκαίνει τοῖς ἀξίοις, καὶ διαβάλλει τούτους· εὔξεται δὲ πολλάκις αὐτῶν καὶ τὸν θάνατον, ὡς ἀπορίᾳ τῶν πρὸς τὸ ἔργον ἐπιτη δείων ἐπ' αὐτὸν τὰς ψήφους ἐλθεῖν. Κολακεύσει τε τοὺς δοῦναι κυρίους τὸν κλῆρον, καὶ διὰ τοῦτο δου λοπρεπὴς ἔσται· θρασύνεται δὲ κατὰ τῶν ἐλαττό νων, εἰ ἀντιπίπτοιεν. ∆όλους οὖν συῤῥάψει· ταραχὰς καὶ ὑπονοίας μυρίας ἕξει· καὶ τὴν γαλήνην τῆς ψυχῆς καταλύσει· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἀπελα θήσεται, οὐκ ἔχων ὅπου προσαναπαύσεται. Γνόντες οὖν τὴν ζημίαν, φύγωμεν τῆς ἐπιθυμίας τὸ ἄτοπον. Εἰ δέ που Θεός τινα πρὸς τὰ τοιαῦτα ψηφίσαιτο, οἶδεν ὁ εὐμήχανος ὅπως καὶ παρέξει τὸν ἄξιον· ἡμῶν μηδαμοῦ συνειδότων ἑαυτοῖς ἐσπουδακόσι περὶ τὸ τοιοῦτον, ἢ ὅλως τὴν ἐπιθυμίαν ἐν τῇ ψυχῇ πε ριέχειν. Νόσημα γὰρ καὶ τοῦτο ψυχῆς χαλεπώτατον, καὶ ἔκπτωσις τῶν καλῶν.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ Ὅτι οὐ χρὴ πρὸς κενοδοξίαν βλέποντα ζηλοῦν τὰ καλά.

Κενοδοξίαν ὅτι μάλιστα φεύγειν προσήκει τὴν οὐ πρὸ τῶν πόνων τοῦ πονεῖν

ἀφιστῶσαν (ἦν γὰρ ἂν τὸ κακὸν ἔλαττον), ἀλλὰ μετὰ τοὺς πόνους τῶν στε φάνων ἀποσυλῶσαν, τὴν δυσάλωτον τῆς ἡμετέρας σωτηρίας ἐπίβουλον, τὴν πρὸς ταῖς οὐρανίαις ἁψῖσι τοὺς καθ' ἡμῶν λόχους ἱδρύουσαν, καὶ τὰς μέ χρις οὐρανῶν στελεχωθείσας ἀρετὰς καταβα λεῖν φιλονεικοῦσαν. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τῆς εὐσε βείας ἔμπορον παντοδαποῖς ἀγωγίμοις ἀρετῶν τὴν φορτίδα τῆς διανοίας πληρώσαντα, τότε, τὴν ἑαυτῆς καταιγίδα κινήσασα, περιτρέπειν καὶ ὑποβρύχιον ἄγειν τὸ σκάφος διαγωνίζεται. Τὴν γὰρ διάνοιαν τοῦ τῆς ἄνω βασιλείας πλωτῆρος πρὸς τὰ κάτω καὶ τὰς ἀνθρωπίνας δόξας ὁρᾷν ἀναπείσασα, ἅπαντα τὸν πλοῦτον τῆς