1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

16

Κεφάλ. Αʹ. ΠΡΟΣ ΡΩΜ. Οἴδαμεν δὲ, ὅτι ὁ νόμος πνευμα τικός ἐστιν· ἐγὼ δὲ

σαρκικός εἰμι, πεπραμέ νος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκ έτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν 31.744 ἐμοὶ ἁμαρτία. Οἶδα δὲ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτ έστιν, ἐν τῇ σαρκί μου. ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.

ΟΡΟΣ Κ∆ʹ. Ὅτι οὐ δεῖ ψεύδεσθαι, ἀλλ' ἀληθεύειν ἐν παντί.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ

περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ΠΡΟΣ ΕΦΕΣ. Ἀποθέμενοι τὸ ψεῦδος, λα λεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐ τοῦ ... ΠΡΟΣ ΚΟΛ. Μὴ ψεύδεσθε εἰς ἀλλήλους.

ΟΡΟΣ ΚΕʹ. Ὅτι οὐ δεῖ ζητήσεις ἀνωφελεῖς ἢ ἐμφιλονείκους ποιεῖσθαι.

Κεφάλ. Αʹ. ΠΡΟΣ ΤΙΜ. βʹ. Ταῦτα ὑπομίμνησκε διαμαρτυ ρόμενος ἐνώπιον τοῦ

Κυρίου· μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόν των ... Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς, ὅτι γεννῶσι μάχας. Ὅτι οὐ δεῖ φθέγγεσθαι λόγον ἀργὸν, ἐξ οὗ οὐδὲν ὄφε λος. Τὸ γὰρ μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως λαλεῖν, ἢ καὶ ποιεῖν αὐτὸ τὸ ἀγαθὸν, λυπεῖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Κεφάλ. Βʹ ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. ΠΡΟΣ ΕΦΕΣ. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκο δομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώ σεως.

ΟΡΟΣ Κςʹ. Ὅτι δεῖ πᾶν ῥῆμα ἢ πρᾶγμα πιστοῦσθαι τῇ μαρτυ ρίᾳ τῆς

θεοπνεύστου Γραφῆς εἰς πληροφορίαν μὲν τῶν ἀγαθῶν, ἐντροπὴν δὲ τῶν πονηρῶν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ

Θεοῦ, εἰπὲ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρω πος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. ΠΡΑΞΕΙΣ. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐ τοῖς ἀποφθέγγεσθαι ... Ἐξίσταντο δὲ πάντες, καὶ 31.745 διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ἂν θέλοι εἶναι τοῦτο; Ἕτεροι δὲ χλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Στα θεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέ ρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προ φήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ καὶ τοῖς ἐν τῇ φύσει καὶ τῇ συνηθείᾳ τοῦ βίου γνωριζομένοις κεχρῆσθαι εἰς βεβαίωσιν τῶν γινομένων ἢ λεγομένων. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδο