1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

17

ψυχῆς αἰφνίδιον ἐξεφύσησε, καὶ τοὺς θεμελίους τῶν ἀρετῶν ὑποσύρασα ἐπὶ γῆν, οὐρανο μήκεις πόνους κατήνεγκε, τὸν ἐπὶ τοῖς πεπονημέ νοις μισθὸν παρὰ ἀνθρώπων αἰτεῖσθαι παρα σκευάσασα, οὓς ἔδει πρὸς τὸν Θεὸν μόνον βλέπον τας, καὶ τούτῳ τὰ ἡμέτερα κατορθώματα ταμιεύον τας, παρ' ἐκείνου μόνου ἀξίως κομίζεσθαι. Ἡμεῖς δὲ, τοῦ διὰ Θεὸν ἐσπουδακέναι τὰ καλὰ τὸ διὰ ἀν θρώπων δόξαν ἐνεργεῖν προτιμήσαντες, παρ' ἐκείνων 31.1373 τε τὸν διάκενον τῆς εὐφημίας μισθὸν ἀπαιτοῦν τες, εἰκότως καὶ δικαίως τῶν θείων ἀμοιβῶν ἀπο πίπτομεν, οὐ τῷ Θεῷ πονοῦντες, ἀλλὰ τοῖς ἀνθρώ ποις ἑαυτοὺς ἐργατεύοντες· παρ' ὧν τὴν ζημίαν τῶν μισθῶν ἀντὶ μισθῶν κομιζόμενοι, τί καὶ παρὰ Θεοῦ ἀπαιτήσωμεν, ᾧ οὐδὲν ἐργάσασθαι προειλόμεθα; Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ ἱεροῦ Εὐ αγγελίου λέγοντος, περὶ τῶν διὰ ἀνθρώπους τὰ καλὰ δρώντων· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Φύγωμεν οὖν κενοδοξίαν, τὸν γλυκὺν σκυλευ τὴν τοῦ πνευματικοῦ πλούτου, τὸν ἡδὺν τῶν ἡμετέ ρων ψυχῶν πολέμιον, τὸν σῆτα τῶν ἀρετῶν, τὸν μεθ' ἡδονῆς τὰ ἡμετέρα καλὰ ληιζόμενον, τὸν μέ λιτι χρίσαντα τῆς οἰκείας ἀπάτης τὸ δηλητήριον, καὶ ταῖς διανοίαις τῶν ἀνθρώπων τὴν ὀλεθρίαν ὀρέ γοντα κύλικα, ἵνα, οἶμαι, τοῦ πάθους ἐμφορηθῶσιν ἀπλήστως. Γλυκὺ γὰρ ἀνθρωπίνη δόξα τοῖς ἀπαι δεύτοις. Ἄλλως δὲ καὶ κρίσεως ὀρθῆς εὐκόλως ἁμαρ τάνειν τοὺς ἀλόντας παρασκευάζει. Ὁ γὰρ ταύτης ἐφιέμενος τὰς μὲν οἰκείας κρίσεις κατέλυσε· τοῦτο δὲ νενόμικε τίμιον, ὅπερ ἂν παρὰ τῶν προσ τυχόντων θαυμάζηται. Ὡς, εἴγε, πονηροὶ ὄντες ἢ ἀλόγιστοι, θαυμάζοιεν τὰ κακὰ, τοῦτο δράσει πάν τως ὁ ἐπαινούμενος, ὅπερ τοὺς κριτὰς τῶν οἰκείων ἐπιτηδευμάτων καλὸν ὑπειληφέναι νενόμικεν· ὡς εἶναι τὴν κενοδοξίαν οὐ μόνον καθαιρέτιν τῶν καλῶν πράξεων, ἀλλὰ καὶ τῶν πονηρῶν ὁδηγόν. ∆ιὸ δὴ προσήκει, πρὸς τὸν ὀρθὸν λόγον, καὶ πρὸς τὸν Θεὸν βλέποντας τὸν τοῦ ὀρθοῦ λόγου καθηγητὴν, ταύτῃ βαδίζειν, ᾗπερ ἂν ὁ Θεὸς ὑφηγῆται· κἂν ἐπαι νῶσί τινες τὴν τοιαύτην ὁδὸν, μὴ μέγα τιθέναι τὸν ἐκείνων ἔπαινον, πρὸς τὸν ἄνωθεν ἐπαινέτην ὁρῶν τας, συγχαίρειν δὲ μόνον αὐτοῖς τῆς ὀρθῆς περὶ τὰ καλὰ κρίσεως· κἂν ψέγωσιν ἕτεροι, μηδαμῶς κατα δύεσθαι, ταλανίζειν δὲ ἐκείνους τοὺς ὀρθῆς κρίσεως ἀμοιροῦντας, καὶ σκότος διανοίας τὸ δεινότατον ὑπο μένοντας.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ εὐκαιρίας λόγων.

Ταῦτα μὲν οὖν τὰ κεφαλαιώδη τῶν κατορθωμά των, ἅπερ οὐ πρὸς τὸ μέγεθος

τῆς οἰκείας ἀρετῆς διηγόρευται, πρὸς δὲ τὸ μέτρον τῆς ἡμετέρας δυνά μεως· τὰς μέντοιγε καθεξῆς ἀρετὰς, ὅσαι τὸ πρό χειρον ἦθος ἐπικοσμοῦσι, ῥᾴδιον οἶμαι κατιδεῖν ἅπα σιν, οἷον λόγων εὐκαιρίαν καὶ πρὸς τὸ χρήσιμον προ φοράν. Χρήσιμον δ' ἂν εἴη ἢ τὸ περὶ ἀρετῆς ἐν 31.1376 καιρῷ διαλέγεσθαι, ἢ τὸ πρὸς τὴν ἐνεστῶσαν καὶ κατεπείγουσαν χρείαν τοὺς λόγους ποιεῖσθαι, ἢ καὶ ὅλως πρὸς τὴν τῶν ἀκουόντων οἰκοδομήν· τοὺς δὲ λοιποὺς ὡς περιττοὺς καὶ ἀνωφελεῖς παραιτεῖσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ὅτι οὐ χρὴ πρὸς εὐτραπελίαν βλέπειν τὸν ἀσκητήν.

Εὐτραπελίας ἁπάσης ἀπέχεσθαι προσήκει. Πολλὰ γὰρ συμβαίνει τοὺς περὶ τὰ

τοιαῦτα ἀσχολουμένους τοῦ ὀρθοῦ λόγου διαμαρτάνειν, τῆς ψυχῆς πρὸς γε λοιασμὸν διαχεομένης, καὶ τὸ τῆς φρονήσεως σύν νουν καὶ πεπυκνωμένον καταλυούσης. Πολλάκις δὲ τὸ κακὸν ὁδῷ βαδίζον καὶ εἰς αἰσχρολογίαν καὶ ἀτο πίαν τὴν ἐσχάτην κατέλυσεν, ὡς μὴ συμβαίνειν κατὰ ταυτὸν ψυχῆς νῆψιν καὶ εὐτραπελίας διάχυσιν. Εἰ δέ που καὶ δέοι, ὥστε μικρὸν ὑπανεῖναι τὸ σκυθρω πὸν, διὰ τῶν λόγων φαιδρύνεσθαι, ἔστω ὁ λόγος ὑμῶν χάριτος γέμων πνευματικῆς, καὶ τῷ