1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

17

προφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύ μασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρ ποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρι σαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· ∆ιὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρα τευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.

ΟΡΟΣ ΚΖʹ. Ὅτι οὐ δεῖ τοῖς ἀλλοτρίοις τῆς τοῦ Κυρίου διδασκα λίας

ἐξομοιοῦσθαι· μιμεῖσθαι δὲ τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ κατὰ τὴν δοθεῖσαν ἡμῖν παρ' αὐτοῦ δύναμιν.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Οἴδατε, ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν

αὐτῶν, καὶ οἱ μεγάλοι κατεξου σιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν γενέσθαι πρῶτος, ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος 31.748 εἶναι, ἔσται ὑμῶν δοῦλος· ὥσπερ ὁ Υἱὸς τοῦ ἀν θρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ΠΡΟΣ ΡΩΜ. Μὴ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ. ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ. ΠΡΟΣ ΚΟΡ. αʹ. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

ΟΡΟΣ ΚΗ. Ὅτι οὐ δεῖ ἁπλῶς, οὐδὲ ἀνεξετάστως ὑπὸ τῶν ὑπο κρινομένων τὴν

ἀλήθειαν συναρπάζεσθαι· ἀπὸ δὲ τοῦ δεδομένου ἡμῖν παρὰ τῆς Γραφῆς χαρακτῆρος γνωρίζειν ἕκαστον.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπρο φητῶν, οἵτινες

ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΙΩΑΝΝ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. ΠΡΟΣ ΚΟΡ. αʹ. ∆ιὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύ ματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν.

ΟΡΟΣ ΚΘʹ. Ὅτι δεῖ ἕκαστον διὰ τῶν οἰκείων ἔργων πιστοῦσθαι τὸ ἑαυτοῦ

ἐπάγγελμα. Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυ ρεῖ περὶ ἐμοῦ, ὅτι ὁ

Πατήρ με ἀπέστειλεν. Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ. ΠΡΟΣ ΚΟΡ. βʹ. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία. Ἀλλ' ἐν παντὶ συν ιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσι, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ Λʹ. Ὅτι οὐ δεῖ τὰ ἅγια τῇ ἐπιμιξίᾳ τῶν πρὸς τὴν κοινὴν χρείαν

καθυβρίζειν.