17
πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ' ἦσαν οἱ ἐκ τῆς περιτομῆς, προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν· ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ' αὐτοῖς ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξηυτέλισαν χάριν· οἱ δὲ μετ' ἐκείνους 24.576 ἐκ τῶν ἀλλοφύλων ἐθνῶν κληθέντες, οἱ πρὶν τὰς διανοίας κωφοὶ καὶ τυφλοὶ, προθύμως ὑπήκουσαν· διὸ καὶ τοῦ μακαρισμοῦ τεύξονται. ∆όξειεν ἄν τις τὴν αὐτὴν εἶναι παραβολὴν τῇ παρὰ τῷ Ματθαίῳ, ἐν ᾗ βασιλεύς ἐστι γάμους ποιῶν τῷ υἱῷ αὐτοῦ, καὶ δούλους ἀποστέλλων καλέσαι τοὺς κεκλημένους. Ὁ δὲ μὴ παρέργως προσέχων τῇ ἀναγνώσει εὕροι ἂν ἐπιστήσας τὸν νοῦν παντάπασιν ἠλλοτριωμένην ταύτην ἐκείνης. Ἡ μὲν γὰρ παρὰ τῷ Ματθαίῳ πρῶτον ἁπάντων τῇ βασιλείᾳ τῶν οὐρανῶν παρέβαλε τὰ λεγόμενα· τοῦτο δ' ἐνταῦθα οὐ λέλεκται. Κἀκεῖ μὲν ἀφωμοίου τὸν κλήτορα βασιλεῖ, ἐνταῦθα δὲ ψιλὸν ἄνθρωπον εἰσάγει· κἀκεῖ μὲν γάμους τῷ υἱῷ ὁ βασιλεὺς ἐτέλει, ἐνταῦθα δὲ ἁπλῶς δεῖπνον· κἀκεῖ μὲν πολλοὶ ἀποστέλλονται, ἐνταῦθα δὲ εἷς μόνος ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται· κἀκεῖ οἱ μὲν ἀμελήσαντες οὐκ ἀπήντων, οἱ δὲ λοιποὶ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· ἐνταῦθα δὲ μόνον σκήπτονται ἀσχολίαν, παραιτούμενοι τὴν κλῆσιν· ἐκεῖ πάλιν ὁ βασιλεὺς στράτευμα κινεῖ κατὰ τῶν ἀνῃρηκότων τοὺς αὑτοῦ δούλους· ἐνταῦθα δὲ ὁ ἄνθρωπος ὀργισθεὶς ἐπὶ τῇ παραιτήσει τῶν κεκλημένων, οὐδὲν μὲν τοιοῦτον ποιεῖ, τῷ δ' ἑαυτοῦ δούλῳ προστάττει πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς εἰσαγαγεῖν. Ὁ δὲ ἐπὶ τοὺς γάμους τοῦ υἱοῦ συγκαλῶν βασιλεὺς, δούλοις πλείοσιν ὑπηρέταις χρώμενος, οὐ πτωχοὺς καὶ ἀναπήρους, ἀλλ' οὐδὲ τυφλοὺς καὶ χωλοὺς εἰσάγει· ἐπειδὴ μηδ' ἔπρεπεν ἐπικλήσει γάμου βασιλικοῦ τοιούτους παρεῖναι· κληθέντων δὲ πολλῶν, τὸν ἀνάξια γάμου ἐνδεδυμένον ὁ βασιλεὺς τιμωρεῖται. Τὸ δὲ πάντων κεφαλαιωδέστατον, ὅτι ἡ μὲν παρὰ τῷ Ματθαίῳ παραβολὴ ἔνδον ἐν τῷ ἱερῷ λέλεκτο, πρὸς τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους τοῦ λαοῦ διαλεγομένου τοῦ Σωτῆρος· ἡ δὲ παρὰ τῷ Λουκᾷ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου ψιλὸν δεῖπνον κατασκευάζει, ἑστιωμένου παρ' αὐτῷ τοῦ Σωτῆρος. Προλέγει γοῦν τῆς προκειμένης παραβολῆς ὁ Λουκᾶς ταῦτα· ὅτι εἰσῆλθεν εἰς οἶκόν τινος Φαρισαίου ἑστιαθῆναι ἐν Σαββάτῳ· οἱ δὲ παρετηροῦντο αὐτόν. Εἶτα διελθὼν, ὡς ὑδρωπικὸν ἐθεράπευσε, καὶ ὡς ἐδίδαξε μὴ τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις μεταδιώκειν, μηδὲ καλεῖν τοὺς ἀντικαλέσοντας, ἀλλὰ τοὺς ἀντιδοῦναι μὴ δυναμένους, ἐπιφέρει, ὅτι ἀκούσας τις τῶν συνανακειμένων ταῦτα εἶπε, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. Οὕτω δ' ὁ Λουκᾶς τὴν προτεθεῖσαν παραβολὴν ἀνέγραψεν εἰρῆσθαι ὑπὸ τοῦ Σωτῆρος πρὸς τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὥστε ἐξ ἅπαντος ὁμολογεῖν ἑτέραν εἶναι ταύτην παρὰ τὴν πρώτην. Ἐπεὶ δὲ οὐκ ἀλλοτρία τυγχάνει οὐδ' αὕτη τῆς βασιλείας τῶν οὐρανῶν, περὶ ἧς ἡμῖν ὁ πᾶς ἐνέστηκε λόγος, ἴδωμεν τί βούλεται καὶ τὰ διὰ ταύτην δηλούμενα. Τῶν συνα 24.577 νακειμένων τις τῷ Σωτῆρι ἐν τῇ τοῦ Φαρισαίου οἰκίᾳ καὶ συνεστιωμένων, ἐκ τῶν αὐτοῦ λόγων κινηθεὶς, μακαρίζει τὸν καταξιωθησόμενον φαγεῖν ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οἶμαι δ' αὐτὸν τοῦτο εἰρηκέναι διὰ τὸ φάναι τὸν Σωτῆρα τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον, μὴ πλουσίους κάλει, ἀλλὰ πτωχοὺς, καὶ μακάριος ἔσῃ, Πρὸς τοῦτον οὖν φησιν· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ τὰ ἑξῆς. Ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ἐπὶ τὸ λογικὸν συμπόσιον οὐκ ἀπήντησαν, φιλήδονοι μᾶλλον ὄντες ἢ φιλόθεοι, καὶ τῆς ὕλης ἢ τοῦ Θεοῦ· φιληδονίας μὲν γὰρ δεῖγμα γυνή· ἀγρὸς δὲ καὶ ζεύγη τῆς φιλοχρημοσύνης. Πολλοὺς μὲν οὖν κεκλῆσθαί φησι ἐπὶ τὸ μέγα δεῖπνον καὶ τὸ καθ' ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων Γραφῶν, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς