1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

17

πολλὰς ἀρετὰς ἐπενόησεν, ὧν καὶ τοὺς ἀπογόνους αὐτοῦ ζηλωτὰς καταλέλοιπεν. Οὗτος γὰρ πρῶτος ἀστρονομίαν καὶ πᾶσαν τὴν οὐράνιον ἐφεῦρε διακόσμησιν, ἥντινα ἄχρι τῶν ἐσχάτων χρόνων διαμεῖναι τοιῶσδε ὁ Ἀδὰμ παρεσκεύασε· μέλλων γὰρ τελευτᾷν ὁ Ἀδὰμ προφητεύει τοῖς παισὶ μέλλειν τὸν Θεὸν τὴν 752 ἐν κόσμῳ φύσιν ἀπαλείφειν πυρὶ καὶ ὕδατι· καὶ ἀκούσαντες οἱ περὶ τὸν Σὴθ δύο στήλας ἐποίησαν, τὴν μὲν ἐκ λίθου, τὴν δὲ ἐξ ὀπτῆς πλίνθου κατασκευάσαντες· καὶ ἐν ταύταις πᾶσαν τὴν οὐράνιον φορὰν ἐνεχάραξαν, πρὸς τὸ μὴ ἄληστον τὴν τῆς ἀστρονομίας αὐτῶν γενέσθαι εὕρεσιν· ἵνα, εἰ μὲν ὕδατι τὰ πάντα φθείρεται, ἡ λίθινος στήλη φυλάττηται, εἰ δὲ πυρὶ, ἡ ὀστρακώδης. Γενομένης οὖν τῆς κατομβρίας, ἡ λίθινος στήλη διέμεινεν, ἥτις ἄχρι τῆς δεῦρο μένει ἐν γῇ τῇ Σηϊρειὰδ ἐστηλωμένη. Ἐγέννησε δὲ ὁ Κάϊν τὸν Ἐνὼχ, καὶ ὁ Ἐνὼχ τὸν Γαϊδὰδ, καὶ ὁ Γαϊδὰδ τὸν Μαλελεὴλ, καὶ ὁ Μαλελεὴλ τὸν Μαθουσάλα, καὶ οὗτος τὸν Λάμεχ. Καὶ ὁ Λάμεχ δύο γυναῖκας ἠγάγετο, Ἀδὰν καὶ Σελὰν, καὶ ἐξ αὐτῶν τρεῖς παῖδας ἐποίησεν, ἐκ μὲν τῆς Ἀδὰν τὸν Ἰωβὴλ, ὅστις κτηνοτρόφος ἐγένετο, καὶ τὸν Ἰουβὰλ, ὃς ψαλτήριον καὶ κιθάραν ἐξεῦρεν. Ἐκ δὲ τῆς Σελὰν τὸν Θόβελ, ὅστις σφυροκόπος χαλκοῦ καὶ σιδήρου ἐγένετο. Ὁ δὲ Ἀδὰμ, ζήσας ἔτη ἐννακόσια δέκα δύο, ἀπέθανεν. Ἐνὼς δὲ υἱὸς τοῦ Σὴθ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου· ζήσας δὲ ἔτη ἐννακόσια πέντε ἀπέθανε. Καὶ ὁ υἱὸς αὐτοῦ Καϊνὰν, ζήσας ἕτη ἐννακόσια δέκα, ἐτελεύτησε. Καὶ ὁ υἱὸς Μαλελεὴλ, ζήσας ἕτη ἑπτακόσια ἐννενήκοντα πέντε, ἀπέθανεν. Ὁ δὲ τούτου υἱὸς Ἰάρεδ, ἔτη βιώσας ἐννακόσια ἑξήκοντα, ἐτελεύτησεν. Τοῦ δὲ Ἰάρεδ υἱὸς Ἐνὼχ, εὐαρεστήσας τῷ Θεῷ, μετετέθη. Ὁ δὲ υἱὸς αὐτοῦ Μαθουσάλα, ζήσας ἔτη ἑπτακόσια καὶ ἑξήκοντα ἐννέα, ἐτελεύτησε. Λάμεχ δὲ ὁ υἱὸς Μαθουσάλα, ζήσας ἕτη ἑπτακόσια πεντήκοντα τρία, ἀπέθανεν. Τούτῳ τῷ Λάμεχ υἱὸς Νῶε ἐγένετο ἀρεταῖς ἀγαθῶν πράξεων ἡδόμενος, ὃς ἔπειθε τὸ ἀνθρώπινον γένος μεταβληθῆναι ἀπὸ τῆς κακίας εἰς ἀρετήν· ἄχρι γὰρ ἑβδόμης γενεᾶς οἱ ἄνθρωποι δεσπότην τῶν ἁπάντων τὸν Θεὸν ἐπεγράφοντο, καὶ δικαιοσύνης ἐφρόντιζον. Ὕστερον δὲ τοῦ χρόνου προϊόντος εἰς πᾶσαν παρανομίαν ἐξώκειλαν. Ὡς οὖν ὁ Νῶε οὐκ ἔπειθε τῆς κακίας ἀποστῆναι αὑτοὺς, τὴν συνουσίαν αὐτῶν βδελυξάμενος εἰς ἄλλην γῆν ἀνεχώρησε. Καὶ προστάττει αὐτῷ ὁ Θεὸς κατασκευάσαι κιβωτὸν τετράστεγον, ἔχουσαν τὸ μὲν μῆκος τριακοσίων πηχῶν, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα, ὅπως, ἐπ' αὐτῆς ἅμα τῇ συγγενείᾳ αὐτοῦ καθείρξας ἑαυτὸν, ἐκφύγῃ τὸν ἐκ τοῦ κατακλυσμοῦ κίνδυνον. Ἐβούλετο γὰρ ὁ Θεὸς τοιαύτῃ τιμωρίᾳ τὴν πονηρίαν τῶν τότε ἐξαφανίσαι. Ἐπενεχθέντος δὲ τοῦ κατακλυσμοῦ ἐκαλύφθη τὰ ὑψηλὰ τῶν ὀρέων ὑπὸ τοῦ ὕδατος. Ἔτι γὰρ καὶ νῦν ἐπὶ τῆς ἀκρωρείας τοῦ Λιβάνου λίθους εἰς οἰκοδομήν τινες ἐκτέμνοντες, θαλαττίων ἰχθύων γένη εὑρίσκουσιν, οὓς συνέβη εἰς τὰ κοιλώματα τῶν ὀρέων συναποπαγῆναι τῇ ἰλύϊ. 753 Ἡ δὲ κιβωτὸς, ἀνυψωθεῖσα ὑπὸ τοῦ ὕδατος, εἰς ἄκραν τινὰ ὄρους τοῦ κατὰ τὴν Ἀρμενίαν ἔστη, καὶ λωφήσαντος τοῦ ὕδατος, οἱ ἐν τῇ κιβωτῷ πάντες ἐξεπορεύθησαν. Καὶ τὸν τόπον ἕτι καὶ νῦν ἐκεῖνον Ἀποβατήριον οἱ ἐπιχώριοι προσαγορεύουσι, καὶ τὰ λείψανα τῆς κιβωτοῦ ἐπιδεικνύουσι, καὶ τῇ ἀσφάλτῳ αὐτῆς εἰς ἀποτροπιασμοὺς κέχρηνται. Ὁ δὲ Νῶε ἐτελεύτησεν ἔτη ζήσας ἐννακόσια καὶ πεντήκοντα, καὶ οἱ υἱοὶ αὐτοῦ, δεδοικότας τοὺς ἄλλους πάντας ἀπὸ τοῦ ὄρους μεταναστῆναι, (ὑπώπτευον γὰρ ἑτέρας αὖθις πειρασθῆναι ἐπομβρίας·) πείθουσι κατελθεῖν, καὶ τὴν ἡπλωμένην κατοικίσαι πεδιάδα. Ἵνα δὲ μὴ πληθυνθέντες στάσιν μετ' ἀλλήλων κινήσωσι, προσέταττεν αὐτοῖς ὁ Θεὸς ἀποικίας ποιήσασθαι. Οἱ δὲ οὐχ ὑπήκουσαν, γῆν καλὴν γεωργοῦντες, καὶ καρπῶν ἀφθονίαν μεγίστην ἔχοντες.