17
τὰς γυναῖκας ταύτας εἰς μέσον ἤγαγε. Καὶ γὰρ τὸν βασιλέα τὸν μέγαν αὕτη διὰ τῶν μέσων ἐγέννησε· καὶ οὐκ αἰσχύνεται ὁ ∆αυῒδ ἐπὶ τούτοις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὔτε ἐξ ἀρετῆς, οὔτε ἀπὸ κακίας προγόνων εἶναι σπουδαῖον, ἢ φαῦλον, ἢ ἄσημον, ἢ λαμπρόν· ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, ἐκεῖνος ἐκλάμπει μειζόνως, ὁ μὴ τῶν σπουδαίων προγόνων ὢν, γενόμενος δὲ ἀγαθός. Μηδεὶς τοίνυν ἐπὶ τούτοις μέγα φρονείτω· ἀλλ' ἐννοήσας τοῦ ∆εσπότου τοὺς προγόνους, τὸ φύσημα ἅπαν κενούτω, καὶ ἐπὶ κατορθώμασι μέγα φρονείτω· μᾶλλον δὲ μηδὲ ἐπὶ τούτοις. Οὕτω γὰρ καὶ ὁ Φαρισαῖος τοῦ τελώνου γέγονεν ὕστερος. Εἰ γὰρ βούλει δεῖξαι μέγα τὸ κατόρθωμα, μὴ μέγα φρόνει, καὶ τότε μεῖζον τοῦτο ἀπέφηνας· μὴ νομίσῃς τι πεποιηκέναι, καὶ τὸ πᾶν εἰργάσω. Εἰ γὰρ ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, ὥσπερ οὖν καὶ ὁ τελώνης· πόσῳ μᾶλλον ὅταν δίκαιοι ὄντες ἁμαρτωλοὺς ἑαυτοὺς εἶναι νομίζωμεν; Εἰ γὰρ ἐξ ἁμαρτωλῶν δικαίους ποιεῖ τὸ ταπεινοφρονεῖν· καίτοιγε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο, ἀλλ' εὐγνωμοσύνη· εἰ οὖν εὐγνωμοσύνη τοσοῦτον δύναται ἐπὶ ἁμαρτωλῶν, ἡ ταπεινοφροσύνη σκόπησον ἐπὶ δικαίων τί οὐκ ἐργάσεται; Μὴ τοίνυν λυμήνῃ τοὺς πόνους, μηδὲ ὑποτέμῃ τοὺς ἱδρῶτας, μηδὲ εἰκῆ δραμῇς, μετὰ τοὺς μυρίους διαύλους πάντα κενῶν τὸν πόνον. Καὶ γὰρ σοῦ μᾶλλον οἶδε τὰ κατορθώματα ὁ ∆εσπότης τὰ σά. Κἂν ποτήριον ψυχροῦ δῷς, οὐδὲ τοῦτο παρορᾷ· κἂν ὀβολὸν καταβάλῃς, κἂν στενάξῃς μόνον, μετὰ πολλῆς πάντα δέχεται τῆς εὐνοίας, καὶ μέμνηται, καὶ μεγάλους αὐτοῖς ὁρίζει μισθούς. Τίνος δὲ ἕνεκεν ἐξετάζεις τὰ σὰ, καὶ φέρεις ἡμῖν εἰς μέσον διηνεκῶς; Οὐκ οἶδας ὅτι ἐὰν ἐπαινέσῃς σαυτὸν, οὐκέτι σε ὁ Θεὸς ἐπαινέσεται; ὥσπερ οὖν ἂν ταλανίσῃς, οὐ παύσεταί σε παρὰ πᾶσιν ἀνακηρύττων; Οὐδὲ γὰρ βούλεταί σου τοὺς πόνους ἐλαττωθῆναι. Τί λέγω ἐλαττωθῆναι; Πάντα μὲν οὖν ποιεῖ καὶ πραγματεύεται, ὥστε καὶ ἀπὸ μικρῶν σε στεφανῶσαι, καὶ περίεισι προφάσεις ζητῶν δι' ὧν δυνήσῃ ἀπαλλαγῆναι τῆς γεέννης. εʹ. ∆ιὰ τοῦτο κἂν ἑνδεκάτην ὥραν ἐργάσῃ τῆς ἡμέρας, 57.37 ὁλόκληρον τὸν μισθὸν δίδωσι· Κἂν μηδεμίαν ἔχῃς ἀφορμὴν σωτηρίας, φησὶ, δι' ἐμὲ ποιῶ, ὅπως μὴ τὸ ὄνομά μου βεβηλωθῇ. Κἂν στενάξῃς μόνον, κἂν δακρύσῃς, ἁρπάζει ταῦτα πάντα ταχέως εἰς ἀφορμὴν τῆς σῆς σωτηρίας αὐτός. Μὴ τοίνυν ἐπαιρώμεθα, ἀλλὰ λέγωμεν ἑαυτοὺς ἀχρείους, ἵνα γενώμεθα εὔχρηστοι. Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. ∆ιὸ ἀναγκαῖον ἐπιλαθέσθαι κατορθωμάτων. Καὶ πῶς δυνατὸν, φησὶν, ἅπερ ἐπιστάμεθα, ταῦτα μὴ εἰδέναι; Τί λέγεις; προσκρούων διηνεκῶς τῷ ∆εσπότῃ, τρυφᾷς καὶ γελᾷς, καὶ οὐδὲ οἶδας ὅτι ἥμαρτες, λήθῃ παραδοὺς πάντα, κατορθωμάτων δὲ οὐ δύνασαι ἐκβαλεῖν τὴν μνήμην; Καίτοι ἰσχυρότερον ὁ φόβος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· καθ' ἑκάστην μὲν ἡμέραν προσκρούοντες οὐδὲ εἰς νοῦν βαλλόμεθα· ἂν δὲ μικρὸν ἀργύριον πένητι δῶμεν, ἄνω καὶ κάτω τοῦτο στρέφομεν, ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, καὶ μεγίστη τοῦ συλλέγοντος ζημία· ἀσφαλὲς γὰρ ταμιεῖον κατορθωμάτων λήθη κατορθωμάτων. Καὶ καθάπερ τὰ ἱμάτια καὶ ὁ χρυσὸς, ὅταν μὲν ἐπ' ἀγορᾶς ταῦτα προθῶμεν, πολλοὺς ἐπισπώμεθα τοὺς ἐπιβούλους· ἂν δὲ ἀποθώμεθα οἴκοι καὶ κατακρύψωμεν, ἐν ἀσφαλείᾳ καταθήσομεν ἅπαντα· οὕτω δὴ καὶ τὰ κατορθώματα, ἂν μὲν συνεχῶς ἐπὶ τῆς μνήμης φέρωμεν, παροξύνομεν τὸν ∆εσπότην, τὸν Ἐχθρὸν ὁπλίζομεν, ἐπὶ τὴν κλοπὴν καλοῦμεν· ἂν δὲ μηδεὶς εἰδῇ αὐτὰ, ἀλλ' ὃν εἰδέναι χρὴ μόνον, ἐν ἀσφαλείᾳ κείσεται. Μὴ τοίνυν περίστρεφε συνεχῶς, ἵνα μή τις αὐτὰ ἀφέληται· ὃ καὶ ὁ Φαρισαῖος ἔπαθεν, ἐπὶ τῆς γλώττης αὐτὰ περιφέρων· ὅθεν καὶ ἥρπασεν αὐτὰ ὁ διάβολος· καίτοιγε μετ' εὐχαριστίας αὐτῶν ἐμέμνητο, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ. Ἀλλ' οὐδὲ τοῦτο ἤρκεσεν αὐτῷ. Οὐ γὰρ εὐχαριστία τὸ ὀνειδίζειν ἑτέροις, τὸ φιλοτιμεῖσθαι ἐπὶ πολλῶν, τὸ κατεξανίστασθαι τῶν πεπλημμεληκότων. Εἰ γὰρ εὐχαριστεῖς τῷ Θεῷ, ἀρκέσθητι μόνον αὐτῷ, καὶ μὴ ἐξενέγκῃς εἰς ἀνθρώπους, μηδὲ