1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

18

εὐαγγε λικῷ ἅλατι ἠρτυμένος, ἵνα τῆς ἔνδοθεν σοφῆς οἰκονομίας τὴν εὐωδίαν ἐπιφέρηται, καὶ διπλῶς εὐ φραίνῃ τὸν ἀκροατὴν, τῇ τε ἀνέσει τῇ τε τῆς συν έσεως χάριτι.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ πραότητος, καὶ τίνα τρόπον ἀγάπη συνίσταται.

Πραότητος δεῖ ὅτι μάλιστα ἔμπλεον εἶναι τὸν ἀσκητήν· ἐπειδὴ τοῦ πνεύματος

τῆς πραότητος ἢ μετέσχηκεν, ἢ μετασχεῖν ἐφίεται. Καὶ προσήκει τὸν τούτου ξενιστὴν τῷ ξενιζομένῳ προσεοικέναι. Εἰ δέ που καὶ ἀγανακτήσεως δέοι κατὰ τοῦ ῥᾳθυμοῦντος ὑφ' ἡμῖν δηλαδὴ τεταγμένου, ἔστω λογισμῷ κεκρα μένη ἡ ἀγανάκτησις. Καὶ γὰρ ξίφεσι κέχρηνται μὲν καὶ ἀνδροφόνοι, κέχρηνται δὲ καὶ ἰατρῶν παῖδες. Ἀλλ' οἱ μὲν, ἐπειδὴ ὀργῇ καὶ ὠμότητι τὸ ξίφος δια χειρίζονται, τὰ πάντων ἀτοπώτατα δρῶσι, τοὺς ὁμογενεῖς διαχρώμενοι· οἱ δὲ, ἐπειδὴ λογισμῷ πρὸς τὴν διὰ ξίφους ἐνέργειαν ἀφικνοῦνται, τὰ μέγι στα ἐντεῦθεν ὠφελοῦσι· τοὺς γὰρ κινδυνεύοντας περισώζουσιν. Οὕτω καὶ ὁ σὺν λόγῳ διαγανακτεῖν ἐγνωκὼς ὤνησε τὰ μεγάλα τοῦτον, καθ' οὗ ἐποιήσατο τὴν ἀγανάκτησιν, ῥᾳθυμίαν ἢ πονηρίαν ἐπανορθούμενος· ὁ δὲ ὀργῆς πάθει κεκρατημένος οὐδὲν ὑγιὲς ἀπεργάζεται. Ὅτι δὲ καὶ τοῖς πραότη τος ἐπιμελουμένοις πρέπει ἡ εὔκαιρος ἀγανά κτησις, δῆλον ἐντεῦθεν. Καὶ γὰρ Μωϋσῆς, πραότατος πάντων ἀνθρώπων μαρτυρηθεὶς, τοῦ καιροῦ καλοῦν τος, διηγανάκτησε, καὶ εἰς τοσοῦτον προὔβη κι νήσεως, ὥστε φόνῳ τῶν ὁμοφύλων ὁρίσαι τὴν ἀγα νάκτησιν· τοῦτο μὲν, ἡνίκα τὸν μόσχον ἐτέκταινον, τοῦτο δὲ, ὁπότε τῷ Βεελφεγὼρ ἐμιάνθησαν. Ὥστε 31.1377 ἔνι, καὶ πρᾶον ὄντα, σὺν λόγῳ διαθερμαίνεσθαι, καὶ τὸ τῆς πραότητος μὴ διαφθείρειν καλόν. Τὸ δὲ ἀκί νητον μένειν, ἢ δεόντως μὴ ἀγανακτεῖν, ἀργίας τῆς φύσεως, οὐ πραότητος ἂν εἴη. Τῇ δὲ πραότητι πέφυκέ πως καὶ τὸ ἀνεξίκακον ἕπεσθαι. Πραότης γὰρ ἀνεξικακίας μήτηρ. Οὐδὲν δὲ ἧττον τοῖς κατὰ ἀλήθειαν πραέσιν, ἀλλὰ μὴ βαρύτητι πεπληγμέ νοις τὸ ἦθος, καὶ τὸ χρηστὸν συγκέκραται. Χρη στότης γὰρ ὕλη πραότητος. Ταῦτα δὲ, συγκιρνώ μενα ἀλλήλοις καὶ συντιθέμενα, τὸ κράτιστον τῶν ἀρετῶν τὴν ἀγάπην ἀποτελεῖ.

ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ. Περὶ φρονήσεως.

Πάντων μέντοι τῶν πραττομένων φρόνησιν ἡγεῖ σθαι προσήκει. Φρονήσεως

γὰρ δίχα πᾶν ὅτι, κἂν καλὸν εἶναι δοκῇ, εἰς κακίαν διὰ τῆς ἀκαιρίας καὶ τῆς ἀμετρίας μετέπεσε. Λόγου δὲ καὶ φρονήσεως τοῖς ἀγαθοῖς τὸν καιρὸν καὶ τὸ μέτρον ὁρίζοντος, θαυμαστόν τι τὸ τῆς χρήσεως αὐτῶν κέρδος τοῖς τε διδοῦσι καὶ τοῖς λαμβάνουσι γίνεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ πίστεως καὶ ἐλπίδος.

Πάντων μέντοι τῶν ἐγχειρημάτων ἡγείσθω πί στις ἡ εἰς Θεὸν, καὶ συνεπέσθω

τὸ εὔελπι, ἵνα τῇ μὲν πίστει δύναμιν τῆς ψυχῆς ἐρειδώμεθα, τῇ δὲ εὐελπιστίᾳ πρὸς τὰ καλὰ προθυμώμεθα. Οὐδὲ γὰρ ἡ περὶ τὰ καλὰ τῶν ἀνθρώπων ἐγχείρησις δίχα τῆς ἄνωθεν βοηθείας τελειωθήσεται· οὐδὲ ἡ ἄνωθεν χά ρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ' ἄν· ἀλλ' ἑκάτερα συγκεκρᾶσθαι προσήκει, σπουδήν τε ἀνθρω πίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθήκουσαν συμμαχίαν εἰς τελείωσιν ἀρετῆς.