1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

18

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱε ρὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦν τας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέ ζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθ έδρας τῶν πωλούντων τὰς περιστεράς· καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσ ευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. ΠΡΟΣ ΚΟΡ. αʹ. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκ κλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύ νετε τοὺς μὴ ἔχοντας; Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Ὅτι τὸ ἐπονομαζόμενον τῷ Θεῷ μέχρι τότε ὡς ἅγιον τιμᾷν δεῖ, μέχρις ἂν τὸ τοῦ Θεοῦ θέλημα φυλάσσηται ἐπ' αὐτῷ. 31.749 Κεφάλ. Β. ΜΑΤΘΑΙΟΣ. Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέ ρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.

ΟΡΟΣ ΛΑʹ. Ὅτι οὐ δεῖ τὰ τοῖς ἀνακειμένοις τῷ Θεῷ ἀφωρι σμένα εἰς ἑτέρους

ἀναλίσκειν, εἰ μή τι ἂν ἐκ τοῦ περισσεύματος. Κεφάλ. Αʹ. ΜΑΡΚΟΣ. Ἦν δὲ γυνὴ Ἑλληνὶς Συροφοίνισσα τῷ γένει, καὶ

ἐπηρώτα αὐτὸν, ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. Ὁ δὲ εἶπεν· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη καὶ εἶπεν αὐτῷ· Ναί, Κύριε· καὶ τὰ κυνάρια ὑπο κάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παίδων. Καὶ εἶπεν αὐτῇ· ∆ιὰ τοῦτον τὸν λόγον σου.

ΟΡΟΣ ΛΒʹ. Ὅτι δεῖ τὰ ἐπιβάλλοντα ἑκάστῳ εὐγνωμόνως ἀπο διδόναι.

Κεφάλ. Α. ΛΟΥΚΑΣ. Καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν,

ὅτι ὀρθῶς λέγεις καὶ διδά σκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀλη θείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ; Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς· Τί με πειράζετε; ∆είξατέ μοι δηνάριον. Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. ΠΡΟΣ ΡΩΜ. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.

ΟΡΟΣ ΛΓʹ. Ὅτι οὐ δεῖ σκανδαλίζειν.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ὃς δ' ἂν σκανδαλίσῃ ἕνα τῶν μι κρῶν τούτων τῶν

πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελά γει τῆς θαλάσσης· καὶ πάλιν· Οὐαὶ τῷ ἀνθρώπῳ 31.752 ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. ΠΡΟΣ ΡΩΜ. Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσ κομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον. Ὅτι πᾶν τὸ ἀντικείμενον τῷ τοῦ Κυρίου θελήματι σκάνδαλόν ἐστιν. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελ θεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆ ναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ,