1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

18

τῶν κεκλημένων τοὺς περὶ ἕτερα ἠσχολημένους. Περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ' εἶναι διαφόρους ἢ γὰρ περὶ τὰ κτήματα καὶ ἀγροὺς ἀσχολούμενοι, ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι τολμῆσαι διὰ ταῦτα τὴν κλῆσιν· ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι· ἢ δεσμῷ γάμων καὶ παίδων ἐμπεπλεγμένοι· ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἠσχολημένοι. Ταῦτα γὰρ καὶ τοιαῦτα ἐπάγειν καὶ περιέλκειν εἴωθε τοὺς διὰ ταῦτα τὴν χάριν παραιτεῖσθαι τολμῶντας, καὶ τὸν κλήτορα, καὶ τὸ τῆς καινῆς διαθήκης συμπόσιον, καὶ τὴν λογικὴν τροφήν· ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς, κατὰ μὲν τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, οἱ προτιμήσαντες τῆς οὐρανίου κλήσεως τὰ ἡδέα τοῦ παρόντος βίου, πλοῦτον δηλαδὴ καὶ πραγματείας καὶ γάμον, καὶ διὰ ταῦτα τὴν χάριν παραιτησάμενοι· κατὰ δ' ἑτέραν ἐκδοχὴν οἱ πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ' ἦσαν οἱ ἐκ περιτομῆς, οἳ δὴ προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν. Ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ' αὐτοῖς ἀμφιλαφῆ ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς παρ' αὐτοῖς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα δὴ γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξευτέλισαν χάριν. -Ἐπειδὴ δὲ ἦσαν οὕτω παχεῖς τὴν καρδίαν, ἐξυφαίνει παραβολὴν ἀποχρώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπ' αὐτοῖς ἐσομένης οἰκονομίας· πρὸς γὰρ τὸ μακάριος ἔσῃ ἀποβλέπων, καὶ πρὸς τὸ ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, ὁ συνανακείμενος μακαρίζει τὸν μέλλοντα καταξιοῦσθαι τοῦ ἐν τῇ βασιλείᾳ ἄρτου. Οὗτος δὲ ἦν ὁ κατ' ἀνταπόδοσιν τῆς εἰς τοὺς πτωχοὺς φιλανθρωπίας, ἐν τῇ ἀναστάσει τῶν δικαίων ἀποδοθησόμενος τῷ μακαριζομένῳ, τῆς ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ βασιλείας μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος, διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησιν. Ἐπειδὴ τοίνυν ἐκλήθησαν πολλοὶ εἰς τὸ πάντα ἕτοιμα φέρον δεῖπνον τῆς γὰρ βασιλείας ἀξίως ὁ οἰκοδεσπότης τὸ τοιοῦτον ποιεῖ δεῖπνον, παρῃτήσαντο δὲ τὴν χάριν, περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται 24.580 ἡ φήσασα ὅτι· Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων, γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δ' ἀντὶ τούτων τοὺς μὴ περιπεπλεγμένους ταῖς τοῦ βίου πραγματίαις, καταξιωθήσεσθαί φησι τοῦ μακαρίου δείπνου, πτωχούς τινας καὶ τυφλοὺς καὶ ἀναπήρους, τοὺς μηδαμῶς παραιτησαμένους τὴν κλῆσιν, διὰ τὸ μήτε ἀγοράζειν, μήτε πιπράσκειν, μήτε γάμῳ σχολάζειν, μήθ' ὑφ' ἑτέρων τινῶν τοιούτων περιέλκεσθαι, προθύμως δὲ καὶ ἑτοίμως καταδέχεσθαι τὴν χάριν· οὓς ὁ καλέσας πρῶτον μὲν ὑγιεῖς καταστήσει, οἷός τε ὢν ῥᾳδίως πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἔπειτα, etc. ̣ut col. 573 ̣. Ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς οἱ παραιτησάμενοι, τῆς Ἰουδαίων συναγωγῆς οἱ ἄρχοντες· μεθ' οὓς ἡ πληθὺς ὑπήκουσεν, ὡς πλατείαις πόλεως τῇ κατὰ νόμον πολιτείᾳ ζῶσα. -Τάχα δὲ διὰ τούτων τοὺς ἐξ ἐθνῶν ᾐνίττετο, τῷ αὐτοῦ λόγῳ προσιέναι μέλλοντας. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ πρὶν εἰδωλολάτραι ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ ὑποδεξάμενος ὁ ἑστιάτωρ, πρῶτα μὲν σώους καὶ ὑγιεῖς ἀποκαταστήσει, ἀνοίξας τυφλῶν ὀφθαλμοὺς, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν αὐτῶν ἰασάμενος· ἔπειτα τὸ πνευματικὸν αὐτοῖς παραθήσει δεῖπνον. Πρῶτοι μὲν οὖν ἐκλήθησαν οἱ ἐκ περιτομῆς, οἳ καὶ τὴν χάριν καθύβρισαν· δεύτεροι δὲ μετ' ἐκείνους οἱ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν, οἱ πρὶν τὰς διανοίας τυφλοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ κωφοὶ, οἳ καὶ προθύμως ὑπήκουσαν· εἶεν δ' ἂν ἐν πλατείαις μὲν οἱ τὴν εὐρύχωρον τῆς ἀπωλείας ὁδὸν βαδίζοντες, καὶ βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις, οἱ συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· οἱ δὲ λοιποὶ, οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φραγμῶν καλούμενοι τρίτοι, αἱ ἐν ᾅδου