18
καταδικάσῃς τὸν πλησίον· οὐ γάρ ἐστι τοῦτο εὐχαριστία. Βούλει μαθεῖν εὐχαριστίας λόγους; ἄκουσον τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει πάντα ἐπήγαγες. Τὸ γὰρ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογεῖν, τοῦτό ἐστιν εὐχαριστεῖν τῷ Θεῷ ὁμολογοῦντα, ὅπερ δείκνυσι μυρίων μὲν ὄντα αὐτὸν ὑπεύθυνον, οὐκ ἀπαιτούμενον δὲ τὴν ἀξίαν δίκην· οὗτος μάλιστά ἐστιν ὁ εὐχαριστῶν. Φυλαξώμεθα τοίνυν τὸ περὶ ἑαυτῶν τι λέγειν· τοῦτο γὰρ καὶ παρὰ ἀνθρώποις μισητοὺς καὶ παρὰ Θεῷ βδελυροὺς ἐργάζεται. ∆ιὰ τοῦτο ὅσῳ ἂν μεγάλα κατορθώσωμεν, τοσούτῳ μικρὰ περὶ ἑαυτῶν λέγωμεν· οὕτω γὰρ μεγίστην καρπωσόμεθα δόξαν, καὶ παρὰ ἀνθρώποις καὶ παρὰ Θεῷ· μᾶλλον δὲ οὐδὲ δόξαν μόνον 57.38 παρὰ Θεῷ, ἀλλὰ καὶ μισθὸν καὶ ἀντίδοσιν μεγάλην. Μὴ τοίνυν ἀπαίτει μισθὸν, ἵνα λάβῃς μισθόν. Χάριτι ὁμολόγει σώζεσθαι, ἵνα σοι αὐτὸς ὀφειλέτην ἑαυτὸν ὁμολογήσῃ, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων ὀφειλέτην ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγούμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων· ὥστε ἀντίῤῥοπον τῶν κατορθωμάτων τοῦτό ἐστιν. Ἂν γὰρ μὴ τοῦτο παρῇ, οὐδ' ἐκεῖνα φανεῖται μεγάλα. Καὶ γὰρ καὶ ἡμεῖς οἰκέτας ἔχοντες, τότε αὐτοὺς μάλιστα ἀποδεχόμεθα, ὅταν πάντα μετ' εὐνοίας διακονησάμενοι, μηδὲν ἡγῶνται πεποιηκέναι μέγα. Ὥστε εἰ βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, καὶ τότε ἔσται μεγάλα. Οὕτω καὶ ὁ ἑκατοντάρχης ἔλεγεν· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· διὰ τοῦτο ἄξιος γέγονε, καὶ ὑπὲρ πάντας Ἰουδαίους ἐθαυμάζετο. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο καὶ πρῶτος πάντων ἐγένετο. Οὕτω καὶ Ἰωάννης· Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος· διὰ τοῦτο καὶ φίλος ἧν τοῦ νυμφίου, καὶ τὴν χεῖρα, ἢν ἀναξίαν ἔφησεν εἶναι τῶν ὑποδημάτων, ταύτην ὁ Χριστὸς ἐπὶ τὴν κεφαλὴν εἵλκυσε τὴν ἑαυτοῦ. Οὕτω καὶ Πέτρος ἔλεγεν· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· διὰ τοῦτο θεμέλιος τῆς Ἐκκλησίας γέγονεν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν. Τοῦτο φιλοσοφίας πάσης ἀρχή. Ὁ γὰρ τεταπεινωμένος καὶ συντετριμμένος, οὐ κενοδοξήσει, οὐκ ὀργιεῖται, οὐ φθονήσει τὸν πλησίον, οὐκ ἄλλο τι δέξεται πάθος. Οὐδὲ γὰρ χεῖρα συντετριμμένην, κἂν μυριάκις φιλονεικήσωμεν, εἰς ὕψος ἆραι δυνησόμεθα. Ἂν τοίνυν καὶ τὴν ψυχὴν οὕτω συντρίψωμεν, κἂν μυρία αὐτὴν ἐπάρῃ φυσῶντα πάθη, οὐδὲ μικρὸν ἀρθῆναι δυνήσεται. Εἰ γὰρ περὶ βιωτικῶν τις πενθῶν πραγμάτων, πάντα ἐξορίζει τὰ νοσήματα τῆς ψυχῆς· πολλῷ μᾶλλον ὁ ὑπὲρ ἁμαρτιῶν τοῦτο ποιῶν ἀπολαύσεται τῆς φιλοσοφίας. Καὶ τίς οὕτω δυνήσεται συντρῖψαι τὴν ἑαυτοῦ καρδίαν· φησίν. Ἄκουσον τοῦ ∆αυῒδ τοῦ διὰ τοῦτο μάλιστα λάμψαντος, καὶ βλέπε αὐτοῦ τὴν συντριβὴν τῆς ψυχῆς. Μετὰ γὰρ μυρία κατορθώματα, καὶ πατρίδος καὶ οἰκίας καὶ αὐτῆς μέλλων ἐκπίπτειν τῆς ζωῆς, παρ' αὐτὸν τὸν καιρὸν τῆς συμφορᾶς, στρατιώτην εὐτελῆ καὶ ἀπεῤῥιμμένον ὁρῶν ἐπεμβαίνοντα αὐτοῦ τῷ καιρῷ καὶ λοιδορούμενον, οὐ μόνον οὐκ ἀντελοιδόρησεν, ἀλλὰ καὶ τῶν στρατηγῶν τινα βουλόμενον αὐτὸν ἀνελεῖν διεκώλυσεν, εἰπών· Ἄφετε αὐτὸν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καὶ πάλιν, τῶν ἱερέων ἀξιούντων μετ' αὐτοῦ τὴν κιβωτὸν συμπεριφέρειν, οὐκ ἐδέξατο· ἀλλὰ τί φησιν; Ἐπὶ τοῦ ναοῦ καθίσω, κἂν ἀπαλλάξῃ με τῶν ἐν χερσὶ δεινῶν ὁ Θεὸς, ὄψομαι τὴν εὐπρέπειαν 57.39 αὐτῆς· ἂν δὲ εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τὸ δὲ ἐπὶ τοῦ Σαοὺλ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις γεγενημένον, ποίαν οὐκ ἐνδείκνυται φιλοσοφίας ὑπερβολήν; Καὶ γὰρ καὶ τὸν παλαιὸν ὑπερέβη νόμον, καὶ τῶν ἀποστολικῶν ἐγγὺς ἐγένετο προσταγμάτων. ∆ιὰ τοῦτο πάντα ἔστεργε τὰ παρὰ τοῦ ∆εσπότου, οὐ δικάζων τοῖς γινομένοις, ἀλλ' ἓν μόνον σπουδάζων, πανταχοῦ πείθεσθαι καὶ ἕπεσθαι τοῖς παρ' αὐτοῦ κειμένοις νόμοις. Καὶ ὁρῶν μετὰ τοσαῦτα