1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

19

ΚΕΦΑΛΑΙΟΝ Ιςʹ. Περὶ ταπεινοφροσύνης. Ἐπὶ πᾶσι μέντοι τοῖς παρ' ἡμῶν κατορθουμένοις ἡ ψυχὴ τῆς κατορθώσεως

τὰς αἰτίας ἐπὶ τὸν ∆εσπό την ἀναφερέτω, μηδὲν ὅλως κατορθοῦν ἐξ οἰκείας λογιζομένη δυνάμεως. Ἡ γὰρ τοιαύτη διάθεσις τὴν ταπεινοφροσύνην ἡμῖν ἐμποιεῖν πέφυκε. Ταπει νοφροσύνη δὲ θησαυροφυλάκιον ἀρετῶν. Ταῦτά σοι παρ' ἡμῶν, ὡς ἄν τις εἴποι, σπέρματα τῶν περὶ ἀρετῆς λόγων· σὺ δὲ, λαβὼν ἐντεῦθεν, πολύχουν ἡμῖν ἔργασαι τὸν καρπὸν, καὶ πλήρου τὸν τῆς Σοφίας λόγον, τὸν διδόναι κελεύοντα τοῖς σοφοῖς ἀφορμὰς, ἵνα σοφώτεροι γένωνται.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Κατὰ πόσους τρόπους οἱ πονηροὶ λογισμοὶ ἐν ψυχῇ

συνίστανται. Ἐπειδὴ δὲ φθάσαντες μὲν ἤδη τὰ περὶ τῶν 31.1380 λογισμῶν ἐξητάσαμεν, οὐ

διειλόμεθα δὲ κατὰ πόσους τρόπους αἱ πονηραὶ ἔννοιαι τοῖς ὀρθοῖς λογισμοῖς ἐπιφύονται, νῦν καὶ τοῦτο προσθεῖναι ἐδικαιώσαμεν, ὥστε εἶναι τελειοτάτην τὴν τοῦ μέρους ἐξέτασιν. ∆ύο τοίνυν τρόποι, καθ' οὓς αἱ ἀπρεπεῖς ἔννοιαι παρενοχλοῦσι τοῖς ὀρθοῖς λογισμοῖς· ἢ τῆς ψυχῆς κατ' οἰκείαν ὀλιγωρίαν περὶ τὰ μὴ προσήκοντα πλανωμένης, καὶ φαντασίαις ἐκ φαντασιῶν ἀλογί στοις ἐντυγχανούσης, ἢ κατ' ἐπιβουλὴν τοῦ διαβόλου πειρωμένου πραγμάτων ἀτοπίας ὑποφαίνειν τῇ δια νοίᾳ, καὶ ταύτην ἀπάγειν τῆς τῶν ἐπαινετῶν θεω ρίας καὶ διασκέψεως. Ὅταν μὲν οὖν ἡ ψυχὴ, τὸ πυκνὸν καὶ σύντονον τῆς διανοίας ὑποχαλάσασα, μνήμας τὰς προστυχούσας καὶ τῶν τυχόντων ἀναφέ ρῃ πραγμάτων, τηνικαῦτα ὁ λογισμὸς, ἀπαιδεύ τως καὶ ἀνεπιστημόνως πρὸς τὰ μνημονευθέντα τῶν πραγμάτων φερόμενος, τούτοις τε ἐπὶ πλεῖον ἐνασχολούμενος, πλάνους ἐκ πλάνων μεταβαίνει μακροὺς, καὶ εἰς αἰσχρότητας πολλάκις καὶ ἀτοπίας ἐννοιῶν καταστρέφει τὸ τελευταῖον. Ἀλλὰ τὴν μὲν τοιαύτην ὀλιγωρίαν τῆς ψυχῆς καὶ διάχυσιν πυκνο τέρᾳ καὶ ἐπιστρεφεστέρᾳ τῇ τῆς διανοίας ἐπιστάσει διορθοῦσθαι καὶ ἐπανάγειν δεῖ, καὶ τῇ πρὸς τὸ παρ ὸν ἀεὶ περὶ τὰ καλὰ διασκέψει προσασχολεῖν. Ὅταν δὲ ὁ διάβολος ἐπιβουλεύειν ἐπιχειρῇ, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ὥσπερ τινὰ βέλη πεπυρωμένα τοὺς παρ' αὐτοῦ λογισμοὺς ἐνιέναι ἡσυχαζούσῃ καὶ ἠρεμούσῃ βιάζηται τῇ ψυχῇ, καὶ ταύτην αἰφνίδιον ἐμπιπρᾷν, καὶ χρονίας καὶ δυσεκ λύτους τὰς μνήμας τῶν ἅπαξ ἐμβληθέντων ἐργάζε σθαι· τηνικαῦτα νήψει καὶ προσεχείᾳ συντονωτέ ρᾳ τὰς τοιαύτας ἐπιβουλὰς ὑπεξίστασθαι δεῖ, καθά περ ἀθλητοῦ τινος ἀκριβεστάτῃ φυλακῇ καὶ τάχει σώματος τὰς λαβὰς τῶν ἀντιπάλων ἐκτρεπομένου· καὶ τὸ πᾶν τῇ προσευχῇ καὶ τῇ ἐπικλήσει τῆς ἄνω θεν συμμαχίας διδόναι τὴν τοῦ πολέμου καθαί ρεσιν καὶ τὴν τῶν τοξευμάτων ἀποτροπήν. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος ἐδίδαξε λέγων· Ἐπὶ πᾶσιν ἀνα λαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυ νήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυ ρωμένα σβέσαι. Κἂν τοίνυν ἐν αὐταῖς ταῖς προσευ χαῖς ὑποβάλλῃ τὰς πονηρὰς φαντασίας, μὴ ἀφιστάσθω ἡ ψυχὴ τοῦ προσεύχεσθαι, μηδὲ οἰέσθω οἰκεῖα εἶναι γεώργια τὰς πονηρὰς τοῦ ἐχθροῦ ἐπι σπορὰς, καὶ τὰς τοῦ ποικίλου θαυματοποιοῦ φαντα σίας· ἀλλὰ λογισαμένη τῇ ἀναιδείᾳ τοῦ τῆς πονηρίας εὑρετοῦ τὴν τῶν ἀτόπων ἐννοιῶν φαντασίαν γί νεσθαι, μᾶλλον ἐπιτεινέτω τὴν πρόσπτωσιν, καὶ 31.1381 ἱκετευέτω τὸν Θεὸν ἀποσκεδασθῆναι αὐτῷ τὸ πονηρὸν διατείχισμα τῆς τῶν ἀτόπων λογισμῶν μνήμης· ὥστε ἀπαρεμποδίστως τῇ τῆς διανοίας ὁρμῇ, ἀχρόνως, καὶ ὀξυῤῥεπῶς, πρὸς τὸν Θεὸν διαβαίνειν, μηδαμοῦ ταῖς τῶν πονηρῶν ἐνθυμημάτων ἐφόδοις διακοπτόμενον. Εἰ δὲ καὶ ἐπιτείνοιτο ἡ τοιαύτη τῶν